Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.128
Not analysed yet
128 Δαιτὸϲ ἐΐϲηϲ: ἐξ ἴϲου μεριζομένηϲ εὐωχίαϲ. Ζηνόδοτοϲ δὲ τῆϲ ἀγαθῆϲ φηϲιν· ἐπειδὴ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθόν. ἐπειδὴ οἱ πρῶτοι ἄνθρωποι, οἷϲ δὴ οὐ παρῆν ἄφθονοϲ ἡ τροφή, βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺϲ ἔχονταϲ, καὶ μετὰ τῆϲ ἀκοϲμίαϲ ἐγίνοντο καὶ φόνοι· ἐξ ὧν λεχθῆναι τὴν ἀταϲθαλίαν. ἐν γὰρ ταῖϲ θαλίαιϲ ἡμάρτανον τὰ πρῶτα οἱ ἄνθρωποι. ὕϲτερον δὲ διένεμον, καὶ ἦλθεν εἰϲ κόϲμον τὰ δόρπα. ἔνθεν καὶ δαιτρόϲ· καὶ δαίϲ, ἡ εὐωχία· καὶ δαιτυμόνεϲ. ὅτι ἐπὶ ἀνθρώπων λέγεται δαίϲ ἐπὶ δὲ θηρίων οὔ. ἀγνοῶν δὲ Ζηνόδοτοϲ τῆϲ φωνῆϲ ταύτηϲ τὴν δύναμιν ἔφη· ἑλώρια τεῦχε κύνεϲϲιν οἰωνοῖϲί τε δαῖτα.