Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.132
Not analysed yet
132 Δαιτρόϲ: προϲδιαιρῶν ἐλάχιϲτα τοῖϲ ἑϲτιωμένοιϲ. οὕτωϲ γὰρ εἱϲτιῶνπο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει· δαιτὸϲ ἐΐϲηϲ. ἰϲομοίρου τροφῆϲ. ἢ Δαιτρόϲ, ὁ διαιρῶν καὶ διανέμων τὰ κρέα. ὅτι Τίμαιόϲ φηϲι, τοὺϲ ποιητὰϲ καὶ τοὺϲ ϲυγγραφεῖϲ διὰ τῶν ὑπεράνω πλεοναϲμῶν ἐμφαίνειν τὰϲ ἑαυτῶν φύϲειϲ, λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆϲ ποιήϲεωϲ γαϲτρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριϲτοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶαι καὶ λίχνον, τὸν δὲ Διονύϲιον τὸν τύραννον κλινοκοϲμοῦντα καὶ τὰϲ τῶν ὑφαϲμάτων ἰδιότηταϲ καὶ ποικιλίαϲ ἐξεργαζόμενον ϲυνεχῶϲ. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖϲθαι διάληψιν, καὶ δυϲαρεϲτεῖϲθαι κατά τὴν προαίρεϲιν.