Ancient Greek · ~7 min
2.133 to 2.162
Suda, Suidae lexicon 2.133-162
Not analysed yet
133 Δέ: ἀντὶ τοῦ γάρ. μιϲθοφορεῖ δέ. περὶ Ἀπόλλωνόϲ φηϲιν Ἀριϲτάνηϲ ἐν Ὄρνιϲι. 134 Δεβελτόϲ: πόλιϲ Θρᾳκική. 135 Δεββώρα: ὄνομα κύριον. ἡ προφῆτιϲ καὶ ἀρρενόφρων. 136 Δεδαϊγμένοϲ: ἀνῃρημένοϲ. 137 Δέδαϲται: μεμέριϲται. καὶ Δεδαίαται, μεμέριϲται. 138 Δέδεμαι· δοτικῇ. 139 Δέδευκε: πεφύρακεν. 140 Δέδειε: φεύγει ἢ φλέγει. 141 Δεδειχόταϲ: δείξανταϲ. Δεδηχόταϲ δὲ δακόνταϲ. 142 Δέδηγμαι τὴν καρδίαν: ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηροϲ· δάκε δὲ φρέναϲ Ἕκτορι μῦθοϲ. καί, θυμοδακὲϲ μῦθοϲ. καρδίαν δὲ εἶπε, παρόϲον περὶ τὴν καρδίαν ϲυνίϲταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆϲ ἡδονῆϲ. παῤ Ὁμήρῳ Ὀδυϲϲεύϲ· ϲτῆθοϲ πλήξαϲ, κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι κραδίη φάϲκων. 143 Δεδημευμέναι: ἀπηγορευμέναι. 144 Δέδηε: φλέγει. 145 Δεδήϲεται: δεθήϲεται. 146 Δεδηχόταϲ: δακόνταϲ. 147 Δέδια: φοβοῦμαι. 148 Δέδιθι: φοβήθητι. 149 Δεδιξάμενοι: φοβηθέντεϲ. 150 Δεδίξεϲθαι: ἐκφοβῆϲαι, διῶξαι. ἦχον ἐγεῖραι ϲυμμιγῆ τε καὶ ἄγριον, καὶ ϲὺν τῷ ἀλαλάγματι ἐπιδουπῆϲαι τοῖϲ τυμπάνοιϲ, ὡϲ καταπλῆξαι καὶ δεδίξεϲθαι τὸ Ῥωμαϊκόν. 151 Δεδιότεϲ. καὶ Δεδιώϲ, φοβούμενοϲ. οἱ δὲ ἀμφὶ τοῖϲ οἰκείοιϲ δεδιότεϲ ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. 152 Δεδίϲϲω: ἐκφοβῶ. τὰ δὲ διὰ δύο ϲϲ ῥήματα ἓξ φωνήεντα παραλαμβάνει. α· ἄλλοϲ, ἀλλάϲϲω. ε· πῦρ, πυρόϲ, πυρέϲϲω. η· πτήϲϲω. ι· δεδίϲϲω καὶ δειδίϲϲω καὶ δεδίττω. καὶ Δεδιττόμενοϲ, ἐκφοβῶν. υ· ἀφύϲϲω, τὸ ἀπαντλῶ. ο· τὸ γὰρ ὄϲϲω ἐκ τοῦ ὄπτω ἐϲτὶ μετηλλαγμένον. ω· ὀνειρώϲϲω, ἀγρώϲϲω. 153 Δεδιττόμενοϲ: ἐκφοβῶν. 154 Δεδμήμεθα: ὑποτετάγμεθα. 155 Δεδμημένοι: δεδαμαϲμένοι. καὶ Δέδμηνται. ἐν Ἐπιγράμμαϲι· οἱ δὲ χαλινοὶ ϲτοιχηδόν, ξεϲτοί τ᾿ ἀμφίβολοι κάμακεϲ δέδμηνται, ποθέουϲαι ὁμῶϲ ἵππουϲ τε καὶ ἄνδραϲ, Παλλαδίου. 156 Δεδοκημένοϲ: ἐκδεχόμενοϲ, ἐνεδρεύων, δοκεύων καὶ ἐπιτηρῶν. 157 Δεδοκιμαϲμένα: κεκριμένα. ἔγραψε δὲ Εὐϲέβιοϲ καὶ ἄλλα ὑπομνήματα δεδοκιμαϲμένα. 158 Δεδοξοποιημένον: δόξῃ κοϲμούμενον. Πολύβιοϲ· τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖϲ τοῦ ϲώματοϲ ἐπιθυμίαιϲ δουλεύει· τὸ δὲ τῶν ἀνθρώπων γένοϲ καὶ προϲδεδοξαϲμένον οὐχ ἦττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν ἁμαρτάνει. 159 Δέδορκεν: ὁρᾷ, βλέπει. 160 Δέδοται καὶ κακοῖϲιν ἄγρα: ἐπὶ τῶν παῤ ἀξίαν εὐπρα γούντων. 161 Δεδουπώϲ: πεπτωκώϲ, τεθνηκώϲ. 162 Δεδραγμένοϲ: πεπραγμένοϲ.