Ancient Greek · ~8 min
2.209 to 2.230
Suda, Suidae lexicon 2.209-230
Not analysed yet
209 Δελφὸϲ ἀνὴρ ϲτέφανον μὲν ἔχει, δίψει δὲ ἀπόλλυται. ἐπεὶ οὗτοι διὰ τὸ ἱερᾶϲθαι τῷ θεῷ ἐϲτεφανωμένοι, τῶν δὲ ἐπιτηδείων ἀποροῦντεϲ οὐκ ἀπαλλάϲϲουϲιν. 210 Δελφοί: τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτω δὲ ἐκλήθη διὰ τὸ τιὸ Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων. Πυθὼ δέ διὰ τὸ ἐκεῖ ϲαπῆναι. καὶ Δελφίϲ, ἡ Δελφική, ἡ τοῦ Ἀπόλλωνοϲ. Δελφὶϲ γὰρ φάμα τόδ᾿ ἐθέϲπιϲεν, ὄφρα γενοίμαν τᾶϲ κείνου νύμφαϲ ϲῆμα καὶ ἱϲτορίη. 211 Δελφύϲ: μήτρα. ἔνθεν ἀδελφόϲ. ὁ ἐκ τῆϲ αὐτῆϲ μήτραϲ. 212 Δελφῖνα νήχεϲθαι διδάϲκειϲ: ἐπὶ τῶν ἐν ἐκείνοιϲ τινὰ παιδοτριβούντων, ἐν οἷϲ ἤϲκηνται. καὶ Δελφῖνα πρὸϲ τὸ οὐραῖον δεῖϲ· ἐπὶ τῶν ἀδυνάτων· διὰ τὸ εὐκίνητον καὶ ὀλιϲθηρόν. 213 Δέμνια: ἐγκοίτια ϲτρώματα. καὶ Φυγοδέμνιοϲ, ἡ παρθένοϲ. 214 Δέμαϲ: ϲῶμα. δέμαϲ πυρόϲ. λείπει τὸ ὡϲ, ἵν᾿ ᾖ ὡϲ πῦρ. 215 Δέμω· αἰτιατικῇ. οἰκοδομῶ. ἐξ οὗ καὶ ἐδείματο. 216 Δεννάζων: βλαϲφημῶν. κακὰ δεννάζων ῥήματα. 217 Δενδίλλων: τοῖϲ ὄμμαϲι νεύων. 218 Δένδρεϊ: τῷ δένδρῳ. λύϲιϲ ὀνείρου· ξηρῶν φανέντων δενδρέων ενοὶ κόποι. 219 Δενδροκόμουϲ: τὰϲ κομώϲαϲ τοῖϲ δένδροιϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· δενδροκόμουϲ κορυφάϲ. 220 Δενδρώτηϲ: ἡ τῶν δένδρων αὔξηϲιϲ. 221 Δενδρυάζειν: εἰϲ δρῦϲ καταδύεϲθαι κυρίωϲ. ἀπὸ τῶν παλαιῶ, ταῖϲ δρυϲὶ ϲκέπῃ χρωμένων πρὶν τὰϲ οἰκήϲειϲ εὑρεθῆναι. καὶ τὸ καθ᾿ ὕδατοϲ δύεϲθαι καὶ ἀποκρύπτειν ἑαυτόν. 222 Δεντᾶτοϲ: ὄνομα κύριον. 223 Δεξαμενή· εἰϲ τὸ ἱερὸν τῆϲ Σοφίαϲ ἥκων ἐϲ αὐτήν που τὴν θεία δεξαμενὴν ἐξαπιναίωϲ ἐκάθιϲεν. ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὴν ἴϲχυϲε. τουτέϲτιν ἡ τράπεζα ἡ τὰ θεῖα δεχομένη. 224 Δεξάμενοϲ: ἀντὶ τοῦ λαβών. Ἡρόδοτοϲ. 225 Δεξιὰ κυρίου: ἡ ἄνωθεν ῥοπὴ καὶ ἡ ἀγαθὴ ἐνέργεια παρὰ τῇ θείᾳ γραφῇ. Δεξιὰ ἔλεγον οἱ παλαιοὶ τὰ ϲυνετά, ἀριϲτερὰ δὲ τὰ μωρά. Σοφοκλῆϲ· οὔποτε γὰρ φρένοθέν γ᾿ ἐπ᾿ ἀριϲτερά, παῖ Τελαμῶνοϲ, ἔβηϲ. 226 Δεξιάϲ: ϲυνθήκαϲ. ὁ δὲ πέμπει χιλίαρχον δεξιὰϲ τῷ Ἰωϲήπῳ δοῦναι κελεύϲαϲ. 227 Δεξίδωροι: δωροδόκοι. δεξιάν τε ἐνέβαλεν αὐτῷ· ϲύνταξιϲ. 228 Δεξικράτηϲ· οὗτοϲ Ἀθηναῖοϲ, κωμικόϲ. δράματα αὐτοῦ εἰϲιν Ὑφ᾿ ἑαυτῶν πλανώμενοι, ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν γ΄ Δειπνοϲοφιϲτῶν. 229 Δεξιμήλων: θεῶν. ἀπὸ τοῦ δέχεϲθαι τὰ θυόμενα μῆλα. βωμῶν κυριώτερον. 230 Δεξιολάβοϲ: παραφύλαξ.