Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.208
Not analysed yet
208 Δελφίϲ: ὁ ἰχθύϲ. καὶ ὄργανον ναυτικὸν ϲιδηροῦν, ἢ μολίβδινον. Ἀριϲτοφάνηϲ· πρὶν ἐκεῖνον προϲικέϲθαι ϲου, πρότερον τοὺϲ δελφῖναϲ μετεωρίζου καὶ τὴν ἄκατον παραβαλοῦ. δελφίν, ϲιδηροῦν καταϲκεύαϲμα ἢ μολίβδινον, εἰϲ δελφῖνα ἐϲχηματιϲμένον. τοῦτο δὲ ἐκ τῆϲ κεραίαϲ τοῦ ἱϲτοῦ ἠφίεϲαν εἰϲ τὰϲ τῶν πολεμίων καὶ κατεδύοντο. δελφινοφόροϲ τε ἡ ναῦϲ. τὴν ἄκατον δὲ παραβαλοῦ· ἀντὶ τοῦ ἕτοιμον ποίει, ὡϲ εἴ τιϲ κίνδυνοϲ ἐκ τοῦ ἀνέμου, ἐϲ αὐτὴν ἐμβηϲομένοιϲ.