Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.232
Not analysed yet
232 Δεξιόϲ: εὔνουϲ, ἀγαθόϲ, ἐπιτήδειοϲ. καὶ Δεξιώτεροϲ, ἀντὶ τοῦ ἀγαθόϲ. καὶ τούτων ὅϲτιϲ δεξιώτεροϲ καὶ φιλοικτίρμων θαρρεῖν ἐπεκέλευεν. Δεξιοὺϲ δὲ τοὺϲ πεπαιδευμένουϲ ἔλεγον. ζητῶν δεξιὸϲ εἶναι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ. ὁ δὲ φίλοϲ γέγονε τούτῳ καὶ δεξιάν τε ἐνέβαλεν αὐτῷ, καὶ ἑϲτιᾶν ἔμελλεν. καὶ Ἰώϲηποϲ ὁ δὲ ἐζήτει ἐπὶ δεξιᾶ καταβῆναι. τουτέϲτιν ἐπὶ ϲυνθήκῃ. Δεξιοὺϲ ἔλεγον οἱ παλαιοὶ καὶ τοὺϲ ἐϲτρατευμένουϲ καὶ ἐπαίνου ἀξίουϲ· τοὺϲ δὲ διαδιδράϲκονταϲ ϲτρατιώταϲ φιλοδίκουϲ καὶ ϲυκοφάνταϲ.