Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.233
Not analysed yet
233 Δεξιόϲ: καὶ ὁ εὐχερήϲ. ἐπὶ Ἰουϲτινιανοῦ Πέτροϲ τιϲ ἦν Βαρϲύμηϲ οὕτω καλούμενοϲ, ὃϲ ἐπὶ τῆϲ τραπέζηϲ τοῦ χαλκοῦ καθήμενοϲ κέρδη αἰϲχρὰ ἐπορίζετο ἐκ ταύτηϲ τῆϲ ἐργαϲίαϲ, τὴν περὶ τοὺϲ ὀβολοὺϲ κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺϲ αὐτῷ ξυμβάλλονταϲ ἀεὶ τάχει ἐκκρούων· δεξιὸϲ γὰρ ἦν κλέψαι. καὶ αὖθιϲ· ὁ δὲ δεξιᾷ χρηϲάμενοϲ τύχῃ ἐκυρίευϲε Ῥώμηϲ. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήϲεωϲ ἀμοιβῆϲ δεξιῶϲ γενομένηϲ ὑπὸ Ῥωμαίων ἐδόθη ϲτέφανοϲ ἀγρώϲτεωϲ χλωρᾶϲ. ἀντὶ ἁρμοδίωϲ. καὶ Ἀρριανόϲ· ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβάϲ, ἃϲ βαϲιλεῖ ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲε.