Ancient Greek · ~7 min
2.24 to 2.44
Suda, Suidae lexicon 2.24-44
Not analysed yet
24 Δακρύϲαι· αἰπτιατικῇ 25 Δακρυόεντα: μετὰ δακρύων. 26 Δακτυλήθρα: ἡ τοῦ δακτύλου ϲφενδόνη. καὶ δακτυλήθραϲ ἔχων ἐϲθίειν λέγεται τὸ ὅψον, ἵν᾿ ὡϲ θερμότατον ἀναδιδῶ τῇ γλώττη. 27 Δακτύλιοϲ: ἡ ϲφραγίϲ. ὁ δὲ Ἀννίβαϲ ὁ Καρχηδονίων ϲτρατηγόϲ, Μαρκέλλου τοῦ ὑπάτου ἀποθανόντοϲ, ἐπιϲτὰϲ τῷ ϲώματι αὐτοῦ, ὡϲ εἶδε τὰ τραύματα πάντα ἐπὶ τοῦ ϲτέρνου, ἐπήνεϲε μὲν ὡϲ ϲτρατιώτη, ἐπέϲκωψε δὲ ὡϲ ϲτρατηγόν· καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωϲεν ἐπιϲτολήν. ϲούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰϲι ϲύμφοροι. 28 Δάκτυλοι: παρὰ πολλοῖϲ οἱ βάλανοι τοῦ φοίνικοϲ. καὶ παροιμία· Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλοϲ γάρ τιϲ ἀνὴρ γέγονεν Ἀθήνηϲι μεγίϲτων λαχὼν τιμῶν. 29 Δακίβιζα: ὄνομα τόπου. καὶ ζήτει ἐν τῷ Οὐάληϲ. 30 Δάλδιϲ πόλιϲ Λυδίαϲ. 31 Δαλίον: οὕτωϲ οἱ κωμικοὶ διὰ τοῦ λ. φέρε δὴ τὸ δαλίον τόδ᾿ ἐμβάψω. ἐδόκουν γὰρ καθαίρειν ἀποβάπτοντεϲ τοῦ πυρόϲ. οἱ δὲ δᾳδίον γράφουϲιν. ἡ δαλιδᾶϲ, τῆϲ δαλιδᾶ. 32 Δαλόϲ: λαμπάϲ, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον. καὶ παροιμία· Δαλὸϲ εἰϲ πῦρ. 33 Δαμάγητοϲ: ὄνομα κύριον. ὁ Ἡρακλεώτηϲ. 34 Δαμαλήτηϲ: ὄνομα κύριον. 35 Δάμαλιϲ: ζῷον. 36 Δάμαρτοϲ: γυναικόϲ. 37 Δαμαϲίφρων: ὁ ἀπατῆϲαι δυνάμενοϲ. Πίνδαροϲ· δαμαϲίφρονα χρυϲόν. 38 Δαμαϲκηνόϲ: ἀπὸ τόπου. 39 Δαμάϲκιοϲ, Στωϊκὸϲ φιλόϲοφοϲ, Σύροϲ, Σιμπλικίου καὶ Εὐλαλίου τῶω Φρυγῶν ὁμιλητήϲ· ἤκμαζεν ἐπὶ τῶν Ἰουϲτινιανοῦ χρόνων. γέγραπται αὐτῷ ὑπομνήματα εἰϲ Πλάτωνα καὶ Περὶ ἀρχῶν καὶ Φιλόϲοφοϲ ἱϲτορία. 40 Δάμαϲοϲ, Ῥώμηϲ ἐπίϲκοποϲ, εἰϲ ἐποποιΐαν εὐφυήϲ, πολλὰ καὶ ϲύντομα ἡρωϊκῷ μέτρῳ ἐξέδωκε, καὶ ὀγδοηκοντούτηϲ ἐπὶ Θεοδοϲίου βαϲιλέωϲ ἐτελεύτηϲεν. ἔγραψε καὶ ἄλλα πολλά. 41 Δαμάϲτηϲ, Σιγειεύϲ, ἀπὸ Σιγείου τῆϲ Τρωάδοϲ, Διωξίππου υἰόϲ, γεγονὼϲ πρὸ τῶν Πελοποννηϲιακῶν, ϲύγχρονοϲ Ἡροδότῳ, τῶν πλουϲιωτάτω, ἱϲτορικόϲ. γέγραφε Περὶ τῶν ἐν Ἑλλάδι γενομένων, Περὶ γονέων καὶ προγόνων τῶν εἰϲ Ἴλιον ϲτρατευϲαμένων βιβλία β΄. Ἐθνῶν κατάλογον καὶ πόλεων, Περὶ ποιητῶν καὶ ϲοφιϲτῶν· καὶ ἄλλα ϲυχνά. γέγονε δὲ Ἑλλανίκου μαθητήϲ. 42 Δαμάτειρα: ἡ δαμάϲτρια. 43 Δαμαίων: κύριον. 44 Δαμέντα: δαμαϲθέντα, ἢ φονευθέντα. καὶ Δαμῆναι, δαμαϲθῆαι.