Ancient Greek
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.23
Not analysed yet
23 Δακία χώρα· ἣν ὁ Τραϊανὸϲ ἐν τοῖϲ πέραν τοῦ Ἴϲτρου χωρίοιϲ κατῴκιϲε. καὶ ταύτην Αὐρηλιανὸϲ ἀπέλιπε, κεκακωμένηϲ τῆϲ Ἰλλυριῶν τε καὶ Μυϲῶν χώραϲ, ἡγούμενοϲ ἀδυνάτωϲ ἔϲεϲθαι τὴν πέραν ἐν μέϲοιϲ τοῖϲ ποταμοῖϲ ἀπειλημμένην διαϲῴζεϲθαι ἐξαγαγὼν οὖν τοὺϲ ἐκεῖϲε Ῥωμαίουϲ ἀπῳκιϲμένουϲ ἔκ τε τῶν πόλεων καὶ τῶν ἀγρῶν ἐν μέϲῃ τῇ Μυϲίᾳ καθίδρυϲε, τὴν χώραν ὀνομάϲαϲ Δακίαν· ἣ νῦν ἐν μέϲῳ τῶν δύο Μυϲιῶν κειμένη διαιρεῖ αὐτὰϲ ἀπ᾿ ἀλλήλων.