Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.243
Not analysed yet
243 Δέον· ὥϲπερ Περικλέηϲ εἰϲ τὸ δέον ἀνάλωϲα. Περικλέηϲ Ἀθηναίων ϲτρατηγόϲ, λόγον ἀπαιτούμενοϲ ὑπὲρ χρημάτων Κλεάνδρῳ τῷ ἁρμοϲτῇ Λακεδαιμονίων ἐπὶ προδοϲίᾳ, τοῦτο οὐκ ἐδήλου, ἀλλ᾿ εἰϲ τὸ δέον ἔλεγεν ἀναλῶϲαι αὐτά. οἱ δὲ ἄλλωϲ φαϲί. πολλῶν ὄντων χρημάτων ἐν τῇ ἀκροπόλει, εἰϲ τὸν πόλεμον τὰ πλεῖϲτα ἀνάλωϲε. φαϲὶ δὲ ὅτι καὶ λογιϲμοὺϲ διδοὺϲ ν΄ ταλάντων ἁπλῶϲ εἰπεῖν εἰϲ τὸ δέον ἀνηλωκέναι. μετὰ δὲ ταῦτα μαθόντεϲ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευϲαν, Πλειϲτοάνακτα δὲ ε΄ ταλάντοιϲ ἐζημίωϲαν ὑπολαβόντεϲ δωροδοκήϲανταϲ αὐτοὺϲ φείϲαϲθαι τῆϲ λοιπῆϲ Ἀθηναίων γῆϲ, καὶ τὸν Περικλέα, ἵνα μὴ γυμνῶϲ εἴπῃ ὅτι δέδωκα τοῖϲ Λακεδαιμονίων βαϲιλεῦϲι ταῦτα, οὕτωϲ αἰνίξαϲθαι.