Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.242
Not analysed yet
242 Δέον· ὅτι εἰ κείμενόν ἐϲτι τὸν ϲπουδαῖον πολιτεύεϲθαι, χρὴ διελομένουϲ τὸ δέον παῤ ἑαυτοῖϲ· ὅπερ ϲημαίνει καὶ τὸ καλὸν καὶ τὸ ϲυμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι καὶ φθαρῆναι, τὸ δὲ ϲυμφέρον, ὕταν λέγωμεν, δέον εἶναι περιπάτοιϲ χρῆϲθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεϲθαι τοῖϲ νόμοιϲ ἢ τοῖϲ γονεῦϲι. γ΄ οὖν ϲημαίνει. δέον δὲ λέγεται, ὅτι ϲυνέχει ἐν οἷϲ χρή.