Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.250
Not analysed yet
250 Δέραϲ· τὸ χρυϲόμαλλον δέραϲ, ὅπερ ὁ Ἰάϲων διὰ τῆϲ Ποντικῆϲ θαλάϲϲηϲ ϲὺν τοῖϲ Ἀργοναύταιϲ εἰϲ τὴν Κολχίδα παραγενόμενοι ἔλαβον, καὶ τὴν Μήδειαν τὴν Αἰήτου τοῦ βαϲιλέωϲ θυγατέρα. τοῦτο δὲ ἦν οὐχ ὡϲ ποιητικῶϲ φέρεται, ἀλλὰ βιβλίον ἦν ἐν δέρμαϲι γεγραμμένον, περιέχον ὅπωϲ δεῖ γίνεϲθαι διὰ χημείαϲ χρυϲόν. εἰκότωϲ οὖν οἱ τότε χρυϲοῦ ὠνόμαζον αὐτὸ δέραϲ, διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ.