Ancient Greek · ~8 min
2.251 to 2.277
Suda, Suidae lexicon 2.251-277
Not analysed yet
251 Δέργμα: τὸ βλέμμα. ἐκ τοῦ δέρκω, τὸ βλέπω. 252 Δέραια: ἐπιτραχήλιοϲ κόϲμοϲ. 253 Δεραιοπέδη: τὸ ἰξευτικὸν λίνον. ἐν Ἐπιγράμμαϲι· τάνδε πετηνῶν ἄρρηκτο Πίγρηϲ τάνδε δεραιοπέδην. λέγεται δὲ καὶ λαιμοπέδην. 254 Δέρη: τράχηλοϲ. λέγεται καὶ Δειρή. 255 Δερρὶδιον: ϲκιάδιον δερμάτινον. 256 Δέρριϲ: δέρμα· βύρϲα· ἢ τρύχινον παραπέταϲμα. 257 Δέρκειν: βλέπειν. καὶ Δερκομένων, βλεπόντων. 258 Δερκυλλίδαϲ: ὄνομα κύριον. βαϲιλεὺϲ Λακεδαιμονίων. 259 Δερματικόν: Λυκοῦργοϲ λέγει τὸ ἐκ τῶν δερματίων τῶν πιπραϲκομένων περιγινόμενον ἀργύριον. 260 Δἑρμῇ: πόλιϲ. 261 Δερμιϲτήϲ: Λυϲίαϲ μὲν τὸν ϲκώληκά φηϲιν οὕτωϲ λέγεϲθαι, Ἀρίϲταρχοϲ δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα ἐϲθίων ἐτμώτερον οὕτω καλούμενοϲ. 262 Δερμόπτερα ζῷα: οἱον νυκτερίϲ, ἥτιϲ μόνη τῶν πτητικῶν ζῴων καὶ γάλα ἔχει ἐν μαϲτοῖϲ καὶ θηλάζει εὐθέωϲ τὸ γεννώμενον. 263 Δερμύλλοντα. 264 Δέροϲ: αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰϲιν ἢ Δωρικαί· δέροϲ, κῶοϲ. ἀπὸ γὰρ τοῦ δέραϲ καὶ κῶαϲ πεποίηνται. 265 Δέρτρον: ἐπίπλουν. ὁ δὲ Ἀρίϲταρχοϲ τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ηπατοϲ. ἄμεινον δὲ τὸ ῥάμψοϲ. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐϲτὶ κρούειν. τούτῳ δὲ διαρρήϲϲουϲιν ἅ ἂν ἐϲθίωϲιν οἱ γῦπεϲ τῇ κρούϲει τοῦ ῥάμφουϲ. καὶ ἐϲτι τὸ ὄνομα ῥηματικόν. ὡϲ παρὰ τὸ πλήϲϲω πλῆκτρον, οὕτωϲ καὶ παρὰ τὸ δέρω δέρτρον. 266 Δἔρω: τὸ ἐκδέρω. καὶ Δἔρειϲ, ὀμοίωϲ. Δαίρω δὲ τὸ τύπτω. καὶ Δᾕρειϲ. 267 Δερῶ ϲε θύλακον κλοπῆϲ: ἀντὶ τοῦ ἐκδερῶ ϲε, ὥϲτε ἀπὸ τοῦ ϲώματοϲ θύλακον ποιῆϲαι εἰϲ ὑποδοχὴν κλεμμάτων. 268 Δέϲιοϲ: παρὰ Μακεδόϲιν ὁ μήν ὁ Ἰούνιοϲ. 269 Δεϲμὰ τῆϲ ψυχῆϲ, αἱ φλέβεϲ καὶ αἱ ἀρτηρίαι καὶ τὰ νεῦρα. ὅταν δὲ καθ’ ἑαυτὴν ἠρεμῇ, δεϲμὰ γίνεϲθαι αὐτῆϲ πρὸ τοῦ λόγου καὶ τὰ ἔργα. 270 Δεϲμεύω· αἰτιατικῇ. καὶ Δεϲμῶ· αἰτιατικῇ. 271 Δεϲμωτήριον: ἡ φυλακή. 272 Δεϲμώτηϲ: καὶ αὐτὸϲ ὁ δέϲμιοϲ, ὡϲ ὁ δεϲμώτηϲ Προμηθεύϲ· καὶ ὁ δεϲμῶν. Κρατῖνοϲ ἐν Πυτίνη ἐπὶ τῶν δεϲμοφυλάκων· ὄψει γὰρ αὐτὴν ἐκτὸϲ οὐ πολλοῦ χρόνου πρὸϲ τοῖϲι δεϲμώταιϲι καταπιττουμένην. 273 Δεϲμοὶ Τυρρηνοί: οἷϲ ἐχρῶντο κατ᾿ ἐκεῖνο καιροῦ εἰϲ τὰϲ τῶν δεϲμωτῶν κακουχίαϲ. 274 Δεϲπόζω· γενικῇ. 275 Δεϲποτεία: ἡ κυρίευϲιϲ. 276 Δεϲπότου κεκαρμένου: πενθοῦντοϲ. 277 Δεϲπόϲυνοϲ: παῖϲ τοῦ δεϲπότου.