Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.288
Not analysed yet
288 Δεῦρο: τοῦτο τὸ ἐπίρρημά τινεϲ ἐπὶ χρόνου τετάχθαι νομίζουϲιν. οἱ δὲ ῥήτορεϲ ἐπὶ τόπου πάντεϲ αὐτῷ χρῶνται· ὡϲ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· καὶ παραϲχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸϲ δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῆ Παρανόμων κατηγορίᾳ· ναυμάχουϲ ὡϲ περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχοϲ ἐν τῷ κατὰ Λεωχάρουϲ· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸϲ ὑμᾶϲ ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεϲον. καὶ Δημοϲθένηϲ· ἀπόκριναι γὰρ δεῦρο ἀναϲτάϲ μοι. καὶ ἄλλοι ἕτεροι.