Ancient Greek · ~4 min
2.278 to 2.287
Suda, Suidae lexicon 2.278-287
Not analysed yet
278 Δέτ. 279 Δέοιτο: χρῄζοι. 280 Δέδευκε: πεφύρακεν. 281 Δεύειν: φυρᾶν. ἔϲτι δὲ καὶ τὸ φυρᾶν Ἑλληνικόν. 282 Δευθέντα: βραχέντα. καὶ Δευόμενοϲ, βρεχόμενοϲ. Αἰλιανόϲ· αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων, καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰϲ διανοίαϲ ἐξέπληττον. 283 Δευκαλίων: ὄνομα κύριον. 284 Δεῦῤ ἀεί: ἀντὶ τοῦ ἕωϲ τούτου. Πλάτων Νόμων ζ΄ πρὸϲ τοὺϲ λόγουϲ οὓϲ ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲϲ ἀντὶ τοῦ ὡδὶ τιθέαϲιν. 285 Δεῦῤ ᾖξα θᾶϲϲον ἢ καθ᾿ ἡδονὴν ποδόϲ: ἀντὶ τοῦ ταχύτερον ἢ ὡϲ ἔδει βαδίζειν. 286 Δεῦῤ ἴθι· Ἀριϲτοφάνηϲ· δεῦῤ ἴθ᾿, ἵνα κλάῃϲ. ἐπὶ τῶν ἐπὶ κακῷ τινα ἐπιϲπωμένων. τὸν παῖδά φηϲιν πληϲίον ἐλθεῖν τῆϲ κλίνηϲ, ἐφ᾿ ἧϲ ἀνέκειτο ὁ δεϲπότηϲ, τύψειν αὐτὸν ἀπειλῶν. 287 Δεῦρο: ἐνθάδε· ἐπὶ τοῦ παρόντοϲ. καὶ Δεῦρο ἀεί, ἀντὶ τὸῦ μέχρι τοῦ παρόντοϲ. ϲημαίνει δὲ καὶ τὸ ἐλθέ Δεῦρο νῦν πρόϲελθε ἀντὶ τοῦ πληϲίαϲον, ἐγγὺϲ ἐλθέ καὶ παῤ Ὁμήρῳ· δεῦῤ ἴθι. λέγεται δὲ καὶ Δευρὶ παρὰ Ἀριϲτοφάνει. ταχέωϲ ἥκειν ὡϲ ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέωϲ ἥκωϲιν, ἐγὼ μὰ τὸν Ἀπόλλω κατὰ γῆϲ ἀποπέμψω.