Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.291
Not analysed yet
291 Δευϲοποιόϲ: κυρίωϲ μὲν ἐπὶ τῆϲ πορφύραϲ λέγεται τὸ ὄνομα, τῆϲ ἔμμονον καὶ ἀνέκπλυτον ἐχούϲηϲ τὸ ἄνθοϲ τῆϲ βαφῆϲ, ἐκ μεταφορᾶϲ δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων, τῶν ἐχόντων τὸ χρῶμα ἔμμονόν τε καὶ πολυχρόνιον. καὶ Δευϲοποιὸϲ πονηρὶα· μετῆκται ἡ λέξιϲ ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. ϲημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματοϲ. οἱ ϲυγγραφεῖϲ δὲ ὅταν ἀμετακίνητόν τι δηλῶϲαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ᾿ ἄλλων. δύναται οὖν ἡ δευϲοποιὸϲ πονηρία ὑπερβάλλουϲα εἶναι καὶ ἧϲ οὐχ οἷον ἦν περιγενέϲθαι.