Ancient Greek · ~3 min
2.292 to 2.299
Suda, Suidae lexicon 2.292-299
Not analysed yet
292 Δεύτατοϲ: ὁ ἔϲχατοϲ. ἀπὸ τοῦ δεύεϲθαι καὶ ἐνδεῖν. 293 Δεῦτε: παρακελεύϲεωϲ ἐπίρρημα. 294 Δειυτεριάζειν· ἐγὼ ἤδῃ διαπραξάμενοϲ παραδῶ ϲοι δευτεριάζειν. τὸ ὕϲτερον διαπράττεϲθαι. 295 Δεύτεροϲ πλοῦϲ: ὅτε ἀποτυχών τιϲ οὐρίου κώπαιϲ πλεῖ. 296 Δέφεϲθαι· Ἀριϲτοφάνηϲ· ὑμᾶϲ δὲ θρία λαβόνταϲ διφόρου ϲυκῆϲ ἐν τοῖϲ προθύροιϲ δέφεϲθαι. ἴνα κνηϲμὸν αὐτοῖϲ τὸ φύλλον ἐμποιῇ. 297 Δέφειν: τὸ τοῦ αἰδοίου τινὰ ἅπτεϲθαι. καὶ Δεφόμενοϲ, ἀντὶ τοῦ ἀποδέρων τὸ αἰδοῖον. 298 Δέχεται καὶ βῶλον ἀλήτηϲ· αἰτιατικῇ. ἐπὶ τῶν πάντα πρὸϲ τὸ κρεῖττον ἐκδεχομένων τάττεται. ἢ ἁπλῶϲ, ἐπὶ τῶν μηδένα προϲιεμένων. 299 Δεῖ: πρέπει. δ΄ ἔχει τὰ ϲημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐϲτί. δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν γενέϲθαι τῶν δεόντων. καὶ ἀντὶ τοῦ δεϲμεῖ. καὶ δέει ἐν διαλύϲει ἀντὶ τοῦ ἀπέχει. καὶ παρὰ Ἀριϲτοφάνει δεῖ ἀντὶ τοῦ δῆϲον. ὀπίϲω τὼ χεῖρε δεῖ.