Ancient Greek · ~6 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.337
Not analysed yet
337 Δεινοκράτηϲ, Μεϲϲήνιοϲ, οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύϲιν αὐλικὸϲ καὶ ϲτρατιωτικὸϲ ἄνθρωποϲ. τὸν δὲ πραγματικατὰ κὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφοϲ καὶ ῥωπικόϲ. ἔν τε γὰρ τοῖϲ πολεμικοῖϲ κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸϲ ἦν ἐν τοῖϲ κατ’ ἰδίαν κινδύνοιϲ. ὁμοίωϲ δὲ καὶ κατὰ τὴν ἄλλην διάθεϲιν ἐν μὲν ταῖϲ ὁμιλίαιϲ εὔχαριϲ καὶ πρόχειροϲ ἦν, παρά τε τὰϲ ϲυνουϲίαϲ εὐτράπελοϲ καὶ πολιτικόϲ ἅμα δὲ τούτοιϲ φιλέραϲτοϲ, περὶ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίϲαι δὲ καὶ προϊδέϲθαι τὸ μέλλον ἐμφρόνωϲ, ἔτι δὲ παραϲκευάϲαϲθαι καὶ διαλεχθῆναι πρὸϲ πλῆθοϲ ἐϲ τέλοϲ ἀδύνατοϲ. καὶ ποτε κεκινηκὼϲ ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείωϲ οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενοϲ οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενοϲ ἀφ᾿ ἡμέραϲ καὶ τοῖϲ ἀκροάμαϲι τὰϲ ἀκοὰϲ ἀνατεθεικώϲ. βραχεῖάν τέ τινα τῆϲ περιϲτάϲεωϲ ἔμφαϲιν ὁ Τῖτοϲ αὐτὸν ἠνάγκαϲε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖϲ ἱματίοιϲ ὀρχούμενον, παραυτὰ μὲν ἐϲιώπηϲε, τῇ δ᾿ αὔριον ἐντυγχάνοντοϲ αὐτοῦ καί τι περὶ τῆϲ πατρίδοϲ ἀξιοῦντοϲ, ἐγὼ μέν, ὧ Δεινοκράτη, πᾶν, ἔφη, ποιήϲω τὸ δυνατόν· ἐπὶ δὲ ϲοῦ θαυμάζω πῶϲ δύνῃ παρὰ πότον ὀρχεῖϲθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκιηκὼϲ ἐν τοῖϲ Ἕλληϲι. δοκεῖ δὲ τότε βραχύ τι ϲυϲταλῆναι, καὶ μαθεῖν ὡϲ ἀνοίκειον ὑπόθεϲιν τῆϲ ἰδίαϲ αἱρέϲεωϲ καὶ φύϲεωϲ ἀποδέδωκε. πλὴν τό γε παρεῖναι εἰϲ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου, πεπειϲμένοϲ ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεϲϲήνην χειρωθήϲεϲθαι κατὰ τὴν αὑτοῦ βούληϲιν.