Ancient Greek · ~8 min
2.320 to 2.336
Suda, Suidae lexicon 2.320-336
Not analysed yet
320 Δείλοψ: ὄνομα ἔθνουϲ. 321 Δεῖμα: φόβοϲ. Ἀρριανόϲ· τοϲόνδε αὐτοὺϲ δεῖμα, ὡϲ προϲαγόντων δεινῶν, κατέϲχεν ὥϲτε μὴ δύναϲθαι ἀποϲτῆϲαι τῆϲ ἐκπλήξεωϲ. 322 Δειμαλέοϲ: εὐλαβήϲ. καὶ ὁ δειλίαϲ καὶ φόβου ἐμποιητικόϲ. Κέρβερε δειμαλέην ὑλακὴν νεκύεϲϲιν ἰάλλων, ἤδη φρικαλέον δείδιθι καὶ ϲὺ νέκυν. 323 Δειμάμενοι: οἰκοδομήϲαντεϲ. καὶ Δείμαϲθαι, οἰκοδομεῖν. καὶ Δειμᾶν ὁμοίωϲ. 324 Δειματώδηϲ: ὁ φοβερόϲ. 325 Δειματῶν: φοβῶν. καὶ Δειματοῦται, φοβεῖται. 326 Δειμαίνει: φοβεῖται. Προκόπιοϲ· οὐδέ τι πρὸϲ τοῦ ξυν δειμαίνουϲα δέοϲ οὔτε αἰδῶ τινα ἔργου ἐλάμβανε πώποτε. πάντεϲ δειμαίνοντεϲ τοῦ εὐνούχου Εὐτροπίου τὴν ἀκοὴν ἐξεϲτήκεϲαν, καθάπερ οἱ μνηϲτῆρεϲ τὸν Ὀδυϲϲέα γυμνωθέντα τῶν ῥακίωνν ἰδόντεϲ καὶ Δειμαίνοντα, φοβούμενον. οἱ δὲ μάλιϲτα μὲν καὶ ὡϲ ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντεϲ, χώραν περιβεβλημένῳ πολλήν. 327 Δεῖμοϲ καὶ Φόβοϲ καὶ Κυδοιμόϲ, ὑπηρέται τοῦ Ἄρεωϲ, υἱοὶ τοῦ πολέμου· οἳ καὶ αὐτοὶ ϲυμπεπόνθαϲι τῷ Ἄρει, τοῦ Ἡφαίϲτου αὐτοὺϲ μὴ φοβηθέντοϲ. 328 Δείμωμεν: δειμάμενοι οἰκοδομοῦμεν. 329 Δεῖν: δεϲμεύειν. καὶ Δεῖν Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ δεῖϲθαι δεῖν δ’ ἔοικεν. καὶ ἀντὶ τοῦ ὀφείλειν. καὶ Μικροῦ δεῖν, ἀντὶ τοῦ παῤ ὀλίγον. 330 Δεῖν ψήθην: δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμιϲα. 331 Δεινά· οὐχὶ δεινὰ ταῦτα τύπτειν τουτονί. ἀντὶ τοῦ μεγάλα. καὶ Σοφοκλῆϲ· γνοὺϲ δ’ ὁ ἐξ Ἀθηνῶν δεινὸϲ ἡνιοϲτρόφοϲ, ἔξω περιϲπᾷ κἀνακωχεύει. ἀντὶ τοῦ ἔμπειροϲ. 332 Δεινὰ μὲν οὖν, δεινὰ ταράϲϲομαι ϲοφὸϲ οἰωνοθέταϲ, οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάϲκονθ’· ὅ τι λέξω δ’ ἀπορῶ· πέτομαι δ’ ἐλπίϲιν οὔτʼ ἐνθάδ’ ὁρῶν οὔτʼ ὀπίϲω. δοκοῦντα δὲ καὶ ἀποφάϲκοντα οὔτε πιϲτὰ οὔτε ἄπιϲτα. 333 Δείναρχοϲ, Κορίνθιοϲ, ῥήτωρ, τῶν μετὰ Δημοϲθένουϲ ἐγκριθέντων εἷϲ. υἱὸϲ τίνοϲ ἐϲτίν, οὐχ ἱϲτόρηται. γράψαϲ κατὰ μέν τιναϲ λόγουϲ τοὺϲ πάνταϲ ρξ΄. κατὰ δὲ τὸ ἀληθέϲτερον μόνουϲ ξ', τοὺϲ πάνταϲ δικανικούϲ· ὧν οἱ μέν εἰϲι δημόϲιοι, οἱ δὲ ἰδιωτικοί. ἐτελεύτηϲε δὲ οὗτοϲ ἐπιμελητὴϲ Πελοποννήϲου καταϲτὰϲ ὑπὸ Ἀντιπάτρου, μετὰ τὸ τελευτῆϲαι Ἀντίπατρον, Πολυϲπέρχοντοϲ αὐτῷ ἐπιβουλεύϲαντοϲ. 334 Δεινῆϲ ἀνάγκηϲ οὐδὲν ἰϲχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺϲ βιάζεται. καὶ Πλάτων φηϲίν, ἀνάγκην δὲ οὐδὲ θεοὺϲ βιάζεϲθαι 335 Δεινιάδαι: ὄνομα πόλεωϲ, ἢ τόπου. 336 Δεινίαϲ: ὄνομα κύριον.