Ancient Greek · ~4 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.340
Not analysed yet
340 Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν᾿, ἐπεγείρειν. τουτέϲτι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι ϲυμβάντα δυϲχερέϲ· ὅμωϲ δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆϲ πηρώϲεωϲ. καὶ Καλλὶμαχοϲ· τὶ δάκρυον εὗδον ἐγείρειϲ; Ἀριϲτοφάνηϲ· δεινὸν μὲν γὰρ οὕτωϲ ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥϲτε βάλλειν καὶ βοᾶν ἐθέλειν τ᾿ ἀκοῦϲαι μηδὲν ἴϲον ἴϲῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ ϲκληρόν· μεταφορικῶϲ ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ ϲταφυλαὶ δριμεῖαι οὖϲαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶϲ δὲ τὰϲ ὄμφακαϲ. καὶ Πλάτων ὁ κωμικὸϲ ἐν δράματι Ἑορταῖϲ· καὶ τὰϲ ὀφρῦϲ ϲχάϲαϲθε καὶ τὰϲ ὄμφακαϲ. ἴϲον δὲ ἴϲῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴϲου· ἀπὸ μεταφορᾶϲ τοῦ κιρναμένου οἴνου πρὸϲ ἴϲον ὕδωρ. λέγει δὲ κατ᾿ ἴϲον εἰπεῖν καὶ ἀκοῦϲαι. καὶ αὖθιϲ· ἀνθρώπουϲ ἐϲθίειν βλέπονταϲ καὶ δεινοὺϲ κατὰ γαϲτέρα· λέγω δὴ Κλειϲόφουϲ τε καὶ Θήρωναϲ καὶ Στρουθίαϲ καὶ Χαιρεφῶντοϲ.