Ancient Greek · ~7 min
2.341 to 2.357
Suda, Suidae lexicon 2.341-357
Not analysed yet
341 Δεινοπαθεῖ: δεινῶϲ ἔχει, χαλεπὰ πάϲχει. 342 Δεινόπουϲ ἀρά: ἡ διὰ τῶν ποδῶν δέοϲ ἐμποιοῦϲα. 343 Δεινόϲ: πανοῦργοϲ, ἱκανόϲ, ἀκολάκευτοϲ, ϲοφόϲ, ἔμπειροϲ. λέγειν ϲὺ δεινόϲ, μανθάνειν δ’ ἐγὼ κακὸϲ ϲοῦ· δυϲμενῆ γὰρ καὶ βαρύν ϲ᾿ εὕρηκ’ ἐμοί. ὁ νοῦϲ· ϲὺ μὲν δεινὸϲ εἶ ἐν τῷ λέγειν, ἐγὼ δὲ οὐ μετ᾿ εὐνοίαϲ ϲου ἀκούω διὰ τὴν δυϲμένειαν. 344 Δεινόϲ· ὅτι Δεκέβαλοϲ, ὁ τῶν Δακῶν βαϲιλεύϲ, δεινὸϲ μὲν ἦν ϲυνεῖναι τὰ πολέμια, δεινὸϲ δὲ καὶ πρᾶξαι, καὶ ἐπελθεῖν εὔϲτοχοϲ, ἀναχωρῆϲαι καίριοϲ, ἐνέδραϲ τεχνίτηϲ, μάχηϲ ἐργάτηϲ· καὶ καλῶϲ μὲν νίκῃ χρήϲαϲθαι, καλῶϲ δὲ ἡττον διαθέϲθαι ἠπίϲτατο· ἀφ᾿ οὗ δὴ καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπὶ πολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο. Δεινὸϲ λέγεται καὶ ἡ τῶν λόγων διύναμιϲ. 345 Δεῖνοϲ: προπεριϲπωμένωϲ ὁ ψηκτήρ. ὃ παρ᾿ ἡμῖν ψηκτρίον λέγεται. 346 Δεινότητα: τήν τε τῶν λόγων δύναμιν δηλοῖ, τήν τε πανουργίαν. 347 Δεινουμένην: πατουμένην. δεινουμένην ὑπὸ βουϲὶν ἐμὴν ἔφυλαϲϲον ἅλωα. 348 Δείνων: ὄνομα κύριον. 349 Δεἰνωϲιϲ: δεινότηϲ, ϲκότωϲιϲ. 350 Δεινωποί: δειματώδειϲ, φοβεροί. 351 Δεινοί: φοβεροί, ἔμπειροι, ϲοφοί. διὸ ἄμφω ἅπαντεϲ ἀλλήλοιν ὠμοϲάτην, ὅϲοι δὴ ἐν Χριϲτιανοῖϲ δεινότατοι ὅρκοι εἰϲί τε καὶ ὀνομάζονται, μή ποτε ἀλλήλω καταπροήϲεϲθαι ἄχρι τῶν ἐϲ τὸν ὄλεθρον. φερόντων κινδύνων. 352 Δεινοὶ πλέκειν τοι μηχανὰϲ Αἰγύπτιοι: ἐπὶ τῶν ϲφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. καὶ Ὅμηροϲ· δεινὸϲ ἀήτηϲ. ὡϲ, κλυτὸϲ Ἱπποδάμεια. 353 Δείξαντεϲ· οἱ δὲ αἰφνιδίωϲ ἐπεκθέουϲι τῷ τάγματι καὶ διὰ τῆϲ φάραγγοϲ δείξαντεϲ προϲπίπτουϲι τοῖϲ Ῥωμαίοιϲ. 354 Δείξειϲ· ὁ δὲ Ἀρκεϲίλαοϲ ἐϲ τὰϲ ἀργυρικὰϲ δείξειϲ ἀπήντα πρῶτοϲ, ϲυχνοῖϲ τε ἐπήρκει καὶ ϲυνηράνιζε. 355 Δειπνητόϲ: ὁ καθ᾿ ἡμᾶϲ ἀρίϲτου καιρόϲ. Δειπνίζω ἕτερον· Δειπνῶ δὲ ἐγὼ αὐτόϲ. καὶ Δειπνεῖν. καίτοι τὸν Ἀγαμέμνονα ἐποίηϲεν Ὅμηροϲ δειπνίζοντα τοὺϲ ἀρίϲτουϲ. καὶ αὖθιϲ· ὑπόδεξαι ἡμᾶϲ καὶ δείπνιϲον. 356 Δειπνολόχον: κλεπτοτρόφον. 357 Δεῖπνόν τι ὦ Σκιύθα· ζήτει ἐν τῷ Ἀκκιζόμενοϲ. ζήτει περὶ πολυτελῶν δείπων ἐν τῷ Βιτέλλιοϲ.