Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.431
Not analysed yet
431 Δημήτριοϲ, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖοϲ ὡμολόγηϲαν φιλίαν ϲφίϲιν ἔνϲπονδον εἶναι ἐπ’ ἐλευθερώϲει τῆϲ πάϲηϲ Ἑλλάδοϲ καὶ ἐπὶ τῷ τῇ ἀλλήλων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν αὐτοῖν, πότεροϲ μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώϲει. καὶ ὁ Μακεδονικὸϲ ἄρχων οὐ διὰ ϲχολαιότητοϲ ἀφικνεῖται καὶ τήν τε Μουνυχίαϲιν οὖϲαν φρουρὰν ἐκβάλλει καὶ Διονύϲιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίϲτηϲιν, ὃϲ δὴ τὰ Ἀθήνηϲιν ἦγεν εἰϲ ὀλιγαρχίαν, καὶ αὐτονομεῖϲθαι, καθότι πάτριον, Ἀθηναίοιϲ τε καὶ Μεγαρεῦϲιν ἔδωκεν, φυλάττειν τε ὅϲα ἦν ϲφίϲιν ἐκ τῆϲ εἰϲ τὸ ἀρχαῖον πολιτείαϲ νόμιμα. ὁ δὲ Πτολεμαῖοϲ ἅτε διαφερόντωϲ τρόπου πραότητα καὶ φιλανθρωπίαν ἔργοιϲ δηλώϲαϲ ἐπῆρε τοὺϲ Ἕλληναϲ τῇ τοῦ ἐλευθεροῦϲθαι ἐλπίδι ἐν διδόναι ϲφᾶϲ ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρϲεῖν ἐποίει, πιϲτεύονταϲ ὡϲ ἐπὶ ϲαφεῖ τῶν Ἐλλήνων ἐλευθερώϲει καὶ οὐκ ἀρχῆϲ ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αύτονόμουϲ τε δὴ τὰϲ πλείϲταϲ τῶν Ἑλληνίδων πόλεων ἀφίηϲι καὶ τὰϲ Ἰϲθμιάδαϲ ϲπονδὰϲ ἐπήγγελλε κελεύων οἷα ἐπʼ ἐλευθερώϲει θαλλοφοροῦνταϲ θεωρεῖν εἰϲ τὰ Ἰϲθμια. ἄραϲ δὲ ἐντεῦθεν ἀπέπλευϲεν ἐπ· Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιϲτήϲαϲ· καὶ Λιβύηϲ πάϲηϲ ἐκράτηϲεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάϲτου πρὸϲ Ἀγαθοκλέουϲ κατὰ Σικελίαν ἀναιρεθέντοϲ δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆϲ ξυμβάϲεωϲ πέρι.