Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.430
Not analysed yet
430 Δημήτριοϲ, ὁ ἐπίκλην Ἰξίων, γραμματικόϲ, Ἀδραμυττηνόϲ, γεγονὼν κατὰ τοὺϲ Αὐγούϲτου τοῦ Καίϲαροϲ χρόνουϲ· ὃϲ διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡϲ μέν τινεϲ, διότι λεπίδαϲ χρυϲᾶϲ κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆϲ Ἥραϲ ἀγάλματοϲ ἐφωράθη, ὡϲ δὲ ἄλλοι, ὅτι ἀπεϲύληϲεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδαϲκάλῳ Ἀριϲτάρχῳ ἀντήριϲεν, ὥϲπερ ὁ Ἰξίων εὐεργετήϲαϲιν αὐτὸν τοῖϲ θεοῖϲ ἀχαριϲτεῖν ἐπεχείρηϲεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰϲ μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰϲ Ὅμηρον ἐξήγηϲιν, εἰϲ Ἡϲίοδον ὁμοίωϲ.