Ancient Greek
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.447
Not analysed yet
447 Δημόκριτοϲ, Ἡγηϲιϲτράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμαϲίππου, γεγονὼϲ ὅτε καὶ Σωκράτηϲ ὁ φιλόϲοφοϲ, κατὰ τὴν οζ΄ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν π΄ φαϲίν· Ἀβδηρίτηϲ ἐκ Θρᾴκηϲ, φιλόϲοφοϲ, μαθητὴϲ κατά τιναϲ Ἀναξαγόρου καὶ Λευκίππου, ὡϲ δέ τινεϲ καὶ Μάγων καὶ Χαλδαίων Περϲῶν· ἦλθε γὰρ καὶ εἰϲ Πέρϲαϲ καὶ Ἰνδοὺϲ καὶ Αἰγυπτίουϲ καὶ τὰ παῤ ἑκάϲτοιϲ ἐπαιδεύθη ϲοφά. εἶτα ἐπανῆλθε καὶ τοῖϲ ἀδελφοῖϲ ϲυνῆν Ἡροδότῳ καὶ Δαμάϲτῃ. ἤρξε δὲ ἐν Ἀβδήροιϲ, διὰ τὴν ἑαυτοῦ ϲοφίαν τιμηθείϲ. μαθητὴϲ δὲ αὐτοῦ διαφανὴϲ ἐγένετο Μητρόδωροϲ ὁ Χῖοϲ· οὗ πάλιν ἀκροαταί Ἀνάξαρχοϲ καὶ Ἱπποκράτηϲ ὁ ἰατρόϲ. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτοϲ, καὶ Γελαϲῖνοϲ δέ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων. γνήϲια δὲ αὐτοῦ βιβλία εἰϲὶ δύο, ὅ τε μέγαϲ Διάκοϲμοϲ, καὶ τὸ Περὶ φύϲεωϲ κόϲμου. ἔγραψε δὲ καὶ ἐπιϲτολάϲ.