Ancient Greek · ~4 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.448
Not analysed yet
448 Δημόκριτοϲ· ὅτι Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ οὐκ ἦλθεν εἰϲ Ἀθήναϲ, ἀλλὰ τοϲαύτηϲ πόλεωϲ ὑπερεφρόνηϲεν, οὐκ ἐκ τοῦ τόπου δόξα λαβεῖ βουλόμενοϲ, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενοϲ. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸϲ Δημόκριτον κελεῦϲαι κομιϲθῆναι γάλα καὶ θεαϲάμενον τὸ γάλα εἰπεῖν αἰγὸϲ εἶναι πρωτοτόκου καὶ μελαίνηϲ· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάϲαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτουϲ πρὸϲ αὐτὸν ἐλθοῦϲαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀϲπάϲαϲθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆϲ νυκτὸϲ διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸϲ τῷ καταϲτρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖϲθαι, ὅτι ἐν τῇ τῶν Θεϲμοφόρων ἑορτῇ μέλλοι τεθνήξεϲθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήϲειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦϲαι αὐτῷ προϲφέρειν ἄρτουϲ Θερμοὺϲ ὁϲημέραι· τούτουϲ δὴ ταῖϲ ῥιϲὶ προϲφέρων διεκράτηϲεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖϲ δὲ ἦϲαν, ἀλυπότατα τὸ βίον προήκατο.