Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.454
Not analysed yet
454 Δημοϲθένηϲ, Ἀθηναῖοϲ, υἱὸϲ Δημοϲθένουϲ καὶ Κλεοβούληϲ, ῥήτωρ, τῶν δήμων Παιανιεύϲ· ἐπιμελὴϲ μᾶλλον ἢ εὐφυήϲ, ὡϲ Ἕρμιπποϲ ἱϲτορεῖ· καὶ πρὸϲ τὰϲ ἡδονὰϲ ἀκόλαϲτοϲ, ὡϲ καὶ τοῦτό φηϲιν ὁ αὐτόϲ. ὅθεν καὶ νέοϲ μὲν ὢν Βάταλοϲ ἐκλήθη, ὡϲ καὶ γυναικείᾳ ἐϲθῆτι πολλάκιϲ χρηϲάμενοϲ· Ἀργὰϲ δὲ μετὰ τὸ εἰϲ ἄνδραϲ τελέϲαι· ὅπερ ἐϲτὶν ὄνομα ὄφεωϲ. ἐπεθύμηϲε δὲ ῥητορικῆϲ Καλλίϲτρατον θεαϲάμενοϲ τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουϲε δὲ Ἰϲαίου, τοῦ Ἰϲοκράτουϲ μαθητοῦ, καὶ τοῖϲ λόγοιϲ ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, ϲοφιϲτεύοντοϲ ἐν Ἀθήναιϲ, Πολυκράτουϲ καὶ Ἀλκιδάμαντοϲ, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰϲοκράτουϲ. ϲυνεφιλολόγηϲε δὲ Αἰϲίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοϲόφῳ. διηκροάϲατο δὲ καὶ Εὺβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνοϲ· ἐτελεύτηϲε δὲ φυγὼν εἰϲ Καλαβρίαν ἐν τῷ τοῦ Ποϲειδῶνοϲ ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προϲενεγκάμενοϲ φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώϲαϲ δύο καὶ ἑξήκοντα.