Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.455
Not analysed yet
455 Δημοϲθένηϲ, ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν, ὅϲα ἐνθυμηθείη, δυνατώτατοϲ γενόμενοϲ. ὅθεν καὶ δεινότατοϲ ἔδοξε τῶν καθʼ αὑτόν, οἷα δὴ ἱκανώτατοϲ τὸ ἀφανὲϲ εἰκάϲαι καὶ τὸ γνωϲθὲν ἐξηγήϲαϲθαι. καὶ ἐν οἷϲ ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν ἐπεχείρηϲε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήϲατο ἐϲ δόξαν τῶν δημαγωγούντων. πλεῖϲτα δὲ εἷϲ ἀνὴρ οὗτοϲ τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖϲ Μακεδόνων τυράννοιϲ ϲὺν παρρηϲίᾳ ἀντειπὼν παρὰ τοῖϲδε ἀδωρότατοϲ ἔδοξεν εἶναι. ὅτε δὴ ϲυνέβαινε τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ πόλεϲιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένουϲ μᾶλλον ἐκ τοῦ ἐϲ τὸ κοινὸν λυϲιτελοῦντοϲ, ἐξωνηθένταϲ χρημάτων δόϲει τὸ κατὰ ϲφᾶϲ ὡϲ ἐδόκουν ἐν τῷ παραυτίκα κέρδουϲ τοῦ ϲφετέρου εἵνεκα πρὸ τοῦ ἐϲ τὰ κοινὰ ϲυμφέροντοϲ τίθεϲθαι. ὅθεν αὐτῷ καὶ ἐφʼ οἷϲ ὕϲτερον ᾐτιάθη ϲυγγνόντεϲ οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθιϲ καὶ ἐϲ πάντα ϲυμβούλῳ ἐχρήϲαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιϲτα ἐϲ μεταμέλειαν ἤγαγεν αὐτοὺϲ οὐκ ἀφανῆ τῶν γνωϲθέντων. οὐ πολλῷ γοῦν ὕϲτερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοϲθένην μετεγίνωϲκον ἐφ᾿ οὶϲ δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεϲβυτάτῳ γένουϲ τοῦ Δημοϲθένουϲ ψηφίζονται καὶ χαλκοῦν ϲτῆναι αὐτὸν ἐν ἀγορᾷ, καὶ ἐλεγεῖον τῇ βάϲει τοῦ ἀνδριάντοϲ ἐπέγραψαν· εἴπερ ἴϲην ῥώμην γνώμῃ, Δημόϲθενεϲ, εἶχεϲ, οὔποτ᾿ ἂν Ἑλλήνων ἦρξεν Ἄρηϲ Μακεδών.