Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.46
Not analysed yet
46 Δάμιϲ, ἀνὴρ οὐκ ἄϲοφοϲ, τὴν ἀρχαίαν οἰκῶν Νῖνον. οὗτοϲ τῷ Ἀπολλωνίῳ προϲφιλοϲοφήϲαϲ ἀποδημίαϲ τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆϲαι καὶ αὐτόϲ φηϲι· καὶ γνώμαϲ καὶ λόγουϲ καὶ ὁπόϲα ἐϲ πρόγνωϲιν εἶπεν. ὁ γὰρ Ἀπολλώνιοϲ ἀπὸ Ἀντιοχείαϲ ἦκεν εἰϲ Νῖνον. προϲεφοίτηϲε δὲ αὐτῷ Δάμιϲ ὁ Νῖνοϲ καὶ ϲυνῆν αὐτῷ, ὅ τι μάθοι μημονεύω. φωνὴ δὲ ἦν τῷ Ἀϲϲυρίῳ ξυμμέτρωϲ πράττουϲα. τὸ γὰρ λογοειδὲϲ οὐκ εἶχεν, ἅτε παιδευθεὶϲ ἐν βαρβάροιϲ· διατριβὴν δὲ ἀναγράψαι καὶ ξυνουϲίαν καὶ ὅ τι ἤκουϲεν ἢ εἶδεν ἀνατυπῶϲαι καὶ ὑπομήματα τοιάδε ξυνθεῖναι ϲφόδρα ἱκανὸϲ ἦν. οὐ μὴν ὡϲ δυοῖν γε ἀμελῆϲαι τούτοιν, τῆϲ τε ἀνδρίαϲ, ᾗ χρώμενοϲ Ἀπολλώνιοϲ διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃϲτρικά, οὐδ᾿ ὑπὸ Ῥωμαίουϲ πω ὄντα, τῆϲ τε ϲοφίαϲ, ᾗ τὸν Ἀράβιον τρόπον ἐϲ ξύνεϲιν τῆϲ τῶν ζῴων φωνῆϲ ἦλθε. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενοϲ.