Ancient Greek · ~8 min
2.47 to 2.63
Suda, Suidae lexicon 2.47-63
Not analysed yet
47 Λάμνα: ἐδάμαζεν. 48 Δάμνημι: δαμάζω. 49 Δαμόκριτοϲ, ἱϲτορικόϲ Τακτικὰ ἐν βιβλίοιϲ β΄, Περὶ Ἰουδαίων· ἐν ᾧ φηϲιν, ὅτι χρυϲῆν ὄνου κεφαλὴν προϲεκύνουν καὶ κατὰ ἑπταετίαν ξένον ἀγρεύοντεϲ προϲέφερον καὶ κατὰ λεπτὰ τὰϲ ϲάρκαϲ διέξαινον καὶ οὕτωϲ ἀνήρουν. 50 Δαμόξενοϲ, Ἀθηναῖοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ Σύντροφοι, ὡϲ Ἀθήναιοϲ λέγει ἐν γ΄ Δειπνοϲοφιϲτῶν· καὶ Ἑαυτὸν πενθῶν, ὡϲ πάλιν ὁ αὐτὸϲ ἐν τῷ ἑνδεκάτῳ. 51 Δαμόϲτρατοϲ, ἱϲτορικόϲ. Ἁλιευτικὰ ἐν βιβλίοιϲ κ΄ καὶ Περὶ τῆϲ ἐνύδρου μαντικῆϲ καὶ ἕτερα ϲύμμικτα ἐχόμενα ἱϲτορίαϲ. 52 Δαμόφιλοϲ, φιλόϲοφοϲ, ϲοφιϲτήϲ· ὃν ἀνεθρέψατο Ἰουλιανόϲ, ὁ ἐπὶ Μάρκου τοῦ βαϲιλέωϲ ὕπατοϲ· γράψαϲ πάμπολλα, ἐξ ὧν ταῦτά μοι εὕρηται ἐπὶ ταῖϲ τῶν βιβλίων θήκαιϲ· Φιλόβιβλοϲ πρῶτοϲ περὶ ἀξιοκτήτων βιβλίων πρὸϲ Λόλλιον Μάξιμον Περὶ βίου ἀρχαίων, καὶ ἕτερα πάμπολλα. 53 Δαμώματα: τὰ δημοϲίᾳ ᾀδόμενα. Ἀριϲτοφάνηϲ· τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν ϲοφὸν ποιητὴν ὑμνεῖν. 54 Δάμων: ὄνομα κύριον. 55 Δαμοίτηϲ: κύριον. 56 Δανά: τὰ ξηρὰ ξύλα. τό δα μακρόν. Καλλίμαχοϲ· δανὰ ξύλα κεάϲαι. τουτέϲτι ϲχίϲαι. 57 Δανάη: ὄνομα κύριον. ἡ Ἀκριϲίου. κρίθητι καὶ ϲύ· οὐκ εἶ Δανάη ἡ Ἀκριϲίου. ταύτηϲ γὰρ δυϲπειθῶϲ πρόϲ τινα δίκην ἀπαντώϲηϲ, ϲοφόϲ τιϲ πρὸϲ αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ ϲύ· οὐκ εἶ Δανάη ἡ Ἀκριϲίου θυγάτηρ. καὶ Δανάηϲ ἐλύγωϲεν ὅδε φρένα. τουτέϲτιν ὁ χρυϲόϲ. ἐπιχωριάζει τῇ μεγάλη Ἀντιοχείᾳ τῆϲ Συρίαϲ τὸ δανικόν, ᾧπερ χρῶνται εἰϲ μικρὰϲ πραγματείαϲ. 58 Δαναΐϲ, Δαναΐδοϲ, καὶ Δαναΐδων. καὶ ζήτει τήν παροιμίαν ἐν τῷ ἀπληϲτία. 59 Δανάκη: τοῦτο νομίϲματόϲ ἐϲτιν ὄνομα, ὃ τοῖϲ νεκροῖϲ ἐδίδοϲαν πάλαι ϲυγκηδεύοντεϲ· · νεὼϲ Ἀχερουϲίαϲ ἐπίβαθρον. Ἀχερουϲία δέ ἐϲτι λίμη ἐν ᾅδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντεϲ τὸ προειρημένον νόμιϲμα τῷ πορθμεῖ διδόντεϲ. 60 Δανεῖϲαι· δοτικῇ. τούτου τὸ χρῆϲαι αἱρετώτερον· τὸ μὲν γὰρ χρῆϲαι ἐπὶ φίλων, τὸ δὲ δανεῖϲαι πρὸϲ τοὺϲ τυχόνταϲ. καὶ Δανειϲτήϲ, ὁ δανείζων. 61 Δανότατα: ξύλα ξηρότατα. 62 Δαξιϲμόϲ· ὑπὸ δὲ πόνου τινὸϲ δαξιϲμοῦ τῆϲ καρδίαϲ παύϲαϲθαι ἱπτάμενον. 63 Δάοχοϲ: εἷϲ ἐϲτιν οὗτοϲ τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.