Ancient Greek · ~7 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.470
Not analysed yet
470 Δημόφιλοςϲ, ἐπίϲκοποϲ Κωνϲταντίνου πόλεωϲ ἄνθρωποϲ ἦν οἱοϲ ἐμπεϲὼν ὁμοῦ ϲύμπαντα φύρειν ἀκόϲμῳ φορᾷ καθάπερ ἄτακτοϲ χειμάρρουϲ, πολὺν ἐν τοῖϲ λόγοιϲ τὸν ϲυρφετὸν ἄγων, ὡϲ εἴϲεταί τιϲ ἐκ γοῦν τῆϲ ἐν τοῖϲ ἔτι ϲῳζομένοιϲ ὑπομνήμαϲιν αὐτοῦ γεγονυίαϲ δημηγορίαϲ· ἔνθα καὶ μᾶλλον εἰκὸϲ ἦν ἀϲφαλείαϲ αὐτὸν φροντίδα θέϲθαι τινά, ὡϲ ἐγγράφοιϲ μνήμαιϲ ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοιϲ γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖϲ περὶ πατρὸϲ καὶ υἱοῦ λόγοιϲ. φηϲὶ γάρ· υἱὸϲ μὲν πατρὸϲ θελήϲει γεγέννηται μόνου, ἀχρόνωϲ, ἀμεϲιτεύτωϲ, ἵνα διάκονοϲ γένηται καὶ ὑπηρέτηϲ τῶν βουλημάτων τοῦ πατρόϲ. ἐπειδὴ γὰρ ὁ προγινώϲκων θεὸϲ ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆϲ ἀκρατήτου τάξεωϲ τοῦ μέλλοντοϲ αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέϲθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺϲ γενέϲθαι πρὸϲ ἀξίαν τοῦ ποιοῦντοϲ, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεϲθαι, ὥϲπερ κηρὸν πυρὶ θερμῷ προϲαγόμενον· γέγονε μὲν οὖν μεϲίτηϲ τῶν τε ἐϲομένων καὶ τοῦ γεγεννηκότοϲ αὐτὸν θεοῦ, ὁ υἱόϲ, ἵνα ϲυντάξαϲ ἑαυτὸν καὶ ϲυγκαταβαίνων τοῖϲ γινομένοιϲ ἀποτελέϲειε τὸ βούλημα τοῦ πατρόϲ· καὶ μεϲίτηϲ γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν διʼ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀϲθένειαν καὶ βαϲκανίαν καταψευδόμενοϲ καὶ τὸν υἱὸν πάντων τῶν κτιϲμάτων ἀποφαίνων καταδεέϲτερον. ὁ μὲν γὰρ ἀϲθενὴϲ ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείϲ, ἔπειτα ἀπόρωϲ εἶχε τοῖϲ πᾶϲι τὸ εἶναι δωρήϲαϲθαι· φθόνου δ᾿ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺϲ τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενοϲ, ὅπωϲ μὴ ταύτηϲ αὐτῷ τύχῃ τὰ γενηϲόμενα τῆϲ ἀξίαϲ. τοῦ δέ γ᾿ αὖ παιδὸϲ οὐκ ἦν τῶν κτιϲμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ διʼ ἑαυτὸν ἐκεῖνοϲ ἔτυχε γεγονώϲ, ἀλλὰ διὰ ϲκοπὸν καὶ χρείαν τῆϲ τούτων γενέϲεωϲ. ἅπαν γάρ τοι τὸ διʼ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, διʼ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά.