Ancient Greek · ~5 min
2.457 to 2.469
Suda, Suidae lexicon 2.457-469
Not analysed yet
457 Δημοϲθένηϲ Θρᾷξ· οὗτοϲ ἔγραψε Μετάφραϲιν Ἰλιάδοϲ πεζῷ λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου τοῦ Ἡρακλεώτου, Περὶ διθυραμβοποιῶν. Μετάφραϲιν εἰϲ τὴν Ἡϲιόδου Θεογονίαν. 458 Δημοϲιεύων· αἰτιατικῇ. δωρεὰν ἐργάζομαι. Ἀριϲτοφάνηϲ· ἀλλ’ ὦ πόνηῤ, οὐ δημοϲιεύων τυγχάνω. οἱ γὰρ δημοϲίᾳ χειροτονούμενοι ἰατροὶ καὶ δημόϲιοι προῖκα ἐθεράπευον. οἷον, οὐ κοινῇ ἐϲπείϲαμεν, ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμιϲθὶ οὐ μεταδίδωμί ϲοι. 459 Δημόϲιον: τὸ τοῦ δήμου. 460 Δημόϲιοϲ· δημοϲίουϲ λέγουϲι τοὺϲ τῆϲ πόλεωϲ δούλουϲ. ὅτι ἡ βαϲιλεία κτῆμα τῶν κοινῶν, ἀλλ’ οὐ τὰ δημόϲια τῆϲ βαϲιλείαϲ κτήματα. διὸ τὰϲ ἐξ ἀνάγκηϲ καὶ μεθ᾿ ὕβρεωϲ εἰϲπράξειϲ ὡϲπερ τυραννικὰϲ ἀκολαϲίαϲ μιϲεῖν δεῖ, τὰϲ δέ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὡϲπερ κηδεμονίαν τιμᾶν. 461 Δημοϲίων πραγμάτων διοικητήϲ, οἷον φροντιϲτὴϲ χορηγίαϲ, τριηραρχίαϲ καὶ τῶν τοιούτων. ἰδίωϲ δέ, οἷον εἰ ἀδικοῖτό τιϲ καὶ δικάζοιτο πρόϲ τινα, αὐτὸϲ ἐφρόντιζεν. ἀπεχθάνῃ δέ, διότι οἱ ἀλλοτρίοιϲ πράγμαϲιν ἐπιχειροῦντεϲ μιϲοῦνται. 462 Δημοϲιώνηϲ: εὐτελήϲ. οἱ μὲν ἄλλοι ἀποδοχῆϲ ἐτύγχανον, οὗτοϲ δὲ δοκῶν εἶναι δημοϲιώνηϲ παρεθεωρεῖτο. 463 Δημοτελῆ: δημοϲίαν. Δημοτελῆ καὶ δημοτικὰ ἱερὰ διέφερον ἀλλήλων καὶ τῶν ὀργεονικῶν καὶ τῶν γενικῶν. 464 Δημοτελῶϲ: παντὶ τῷ δήμῳ. 465 Δημοτευόμενοϲ: μετὰ τῶν δημοτῶν. φηϲὶ Δημοϲθένηϲ. Δημοτεύεϲθαί ἐϲτι τὸ τοῦδέ τινοϲ δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ᾿ αὐτοῦ. 466 Δημότηϲ: πολίτηϲ. 467 Δημοτικά: τὰ τοῖϲ πολλοῖϲ ἐμπρέποντα. ὁ δὲ ἔλεξε δημοτικωτάτουϲ λόγουϲ· ὁρᾶτε μέν με ϲωτηρίαϲ δεόμενον. 468 Δημοῦϲθαι: δημοκοπεῖν καὶ ἀντιπαίζειν. 469 Δημοφάνηϲ: ὄνομα κύριον.