Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.472
Not analysed yet
472 Δημοχάρηϲ: ἀδελφιδοῦϲ Δημοϲθένουϲ. περὶ οὖ Τίμαιόϲ φηϲιν ἡταιρηκέναι μὲν τοῖϲ ἄνω μέρεϲι τοῦ ϲώματοϲ οὐκ εἶναι δὲ ἄξιον τὸ ἱερὸν πῦρ φυϲᾶν, ὑπερβεβηκέναι δὲ τοῖϲ ἐπιτηδεύμαϲι τὰ Βότρυοϲ ὑπομνήματα καὶ τὰ Φιλαινίδοϲ καὶ τῶν ἄλλων ἀναιϲχυντότερα γράφων. Πολύβιοϲ δὲ λέγει πρὸϲ Τίμαιον· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰϲ ἐμφάϲειϲ οὐχ οἷον ἄν τιϲ διέθετο πεπαιδευμένοϲ ἀνήρ, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ τέγουϲ ἄχρι τοῦ ϲώματοϲ εἰργαϲμένων οὐδείϲ. οὐδ’ ἵνα πιϲτὸϲ φανῇ κατὰ τὴν αἰϲχρολογίαν καὶ τὴν ἄλλην ἀναιϲχυντίαν, καὶ προϲκατέψευϲται τὰνδρόϲ, κωμικόν τινα μάρτυρα προϲεπιϲπαϲάμενοϲ ἀνώνυμον. ἠξιώθη δὲ ὁ Δημοχάρηϲ καὶ ϲτρατηγίαϲ παῤ Ἀθηναίοιϲ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν αὐτῷ ϲυνεξέδραμε, τοιαύταιϲ ἀτυχίαιϲ παλαίοντι.