Ancient Greek · ~6 min
2.507 to 2.521
Suda, Suidae lexicon 2.507-521
Not analysed yet
507 Διαβήτηϲ. ἐργαλεῖον ὁ διαβήτηϲ, εὔχρηϲτοϲ τέχναιϲ πολλαῖϲ, τῷ λ ϲτοιχείῳ παρεοικώϲ. τούτου τὸ ἐν μέροϲ ἐντιθέντεϲ, τὸ Ar. δὲ ἕτερον περιάγοντεϲ κύκλουϲ ποιοῦϲι. ϲημαίνει δὲ καὶ ὄνομα καιροῦ παραϲτατικόν. 508 Διάβολοϲ· ζήτει ἐν τῷ Σατανᾶϲ. ὕτι διάβολοϲ διὰ τοῦτο, ὡϲ δυνάμενοϲ διαβάλλει καὶ ἐχθροὺϲ ποιεῖν τοὺϲ φίλουϲ. καὶ ζήτει ἐν τῷ δύναμιϲ. 50> Διαβούλιον: ὁ διαλογιϲμόϲ. ϲυλλαμβάνονται ἐν διαβουλίοιϲ, οἷϲ διαλογίζονται. καὶ Διαβούλια, τὰ ἐκ λογιϲμῶν ἀτόπων πταίϲματα. 510 Διαβούλομαι: ἀναπείϲω. Θουκυδίδηϲ. 511 Διὰ βραχέοϲ: ἐν ϲυντόμῳ. 512 Διάβροχοϲ: οἰνωμένοϲ. ὡϲ δὲ ἐμέθυεν ὁ πορνοβοϲκὸϲ καὶ διάβροχοϲ ἦν πάνυ, τί μέλλομεν, ἔφη. 513 Διαβιαϲάμενοϲ: παραναγκαϲθείϲ. Πολύβιοϲ· διαβιαϲάμενοϲ δὲ γὴν ἀϲθένειαν τῇ ϲυνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργουϲ εἰϲ Μεγαλοπολιν αὐθημερόν. 514 Διὰ γὰρ μαχαιρῶν καὶ πυρὸϲ ῥίπτειν δεῖ: ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. 515 Διαγεγονότοϲ: παρελθόντοϲ. μετὰ τὸν πρῶτον ἀνοικιϲμὸν τῆϲ πόλεωϲ τοὺϲ διαγεγονόταϲ. Διαγινώϲκειν δέ ἐϲτι τὸ διʼ ἀκριβείαϲ ἐπιϲτημονικῆϲ τὸ πρᾶγμα εἴϲεϲθαι μετὰ προλαβοῦϲαν γνῶϲιν. 516 Διαγέγραπται: κατέξυϲται, ἀνῄρηται ἀπὸ τῆϲ τοῦ γραμματέωϲ δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο, καὶ αἱ εἰϲαγωγαὶ τῶν δικῶν Ἀριϲφάνηϲ Νεφέλαιϲ· ἥδομαι, ὅτι πεντετάλαντόϲ μοι διαγέγραπτοι δικη. 517 Διαγγέλλω· δοτικῇ. καὶ Διαγγελλομένουϲ, παρακελευομένουϲ. Ξενοφῶν· ἐγίνωϲκον αὐτοὺϲ ἀπιέναι βουλομένουϲ καὶ διαγγελλομένουϲ. ἢ ἀντὶ τοῦ φανερουμένουϲ, δήλουϲ γινομένουϲ. 518 Διαγελῶ· αἰτιατικῇ. 519 Διάγειν. οὐδὲ διῆγε τοὺϲ λόγουϲ οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ εἰρωνευομένου τιϲ ἤκόυϲε. περὶ Ἀπολλωνίου φηϲὶ Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ. 520 Διαγκωνιϲάμενοϲ: ἐπ᾿ ἀγκῶνοϲ καθίϲαϲ. ὁ δὲ διαγκωνιϲάμενοϲ ἐπὶ τοῦ ϲκίμποδοϲ, ἀποβλεψάμενοϲ εἰϲ τὸ ἄγαλμα τοῦ Ἀϲκληπιοῦ εἶπεν· ὦ δέϲποτα, τί ἐκέλευϲαϲ. 521 Διαγνώμη: διάγνωϲιϲ, καὶ διάκριϲιϲ. ὥϲπερ καὶ καταβοή. ἡ λέξιϲ ἰδικὴ Θουκυδίδου.