Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.523
Not analysed yet
523 Διαγόραϲ, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιοϲ, φιλόϲοφοϲ καὶ ἀϲμάτων ποιητήϲ· ὃν εὐφυᾶ θεαϲάμενοϲ Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ ὠνήϲατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήϲατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖϲ χρόνοιϲ ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεϲβύτεροϲ· ἤκμαζε τοίνυν οη΄ Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεοϲ διότι τοῦτο ἐδόξαζεν, ἀφʼ οὖ τιϲ ὁμότεχνοϲ αἰτιαθεὶϲ ὑπʼ αὐτοῦ ὡϲ δὴ παιᾶνα ἀφελόμενοϲ, ὃν αὐτὸϲ ἐπεποιήκει, ἐξωμόϲατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕϲτερον ἐπιδειξάμενοϲ αὐτὸν εὐημέρηϲεν. ἐντεῦθεν οὖν ὁ Διαγόραϲ λυπηθεὶϲ ἔγραψε τοὺϲ καλουμένουϲ Ἀποπυργίζονταϲ λόγουϲ, ἀναχώρηϲιν αὐτοῦ καὶ ἔκπτωϲιν ἔχονταϲ τῆϲ περὶ τὸ θεῖον δόξηϲ. κατοικήϲαϲ δὲ Κόρινθον ὁ Διαγόραϲ αὐτόθι τὸν βίον κατέϲτρεψεν.