Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.524
Not analysed yet
524 Διαγόραϲ ὁ Μήλιοϲ: ἐπὶ τῶν ἀθέων καὶ ἀπίϲτων καὶ ἀϲεβῶν. οὗτοϲ γὰρ μετὰ τὴν ἅλωϲιν Μήλου ᾤκει ἐν Ἀθήναιϲ· τὰ δὲ μυϲτήρια οὕτωϲ ηύτέλιζεν ὡϲ πολλοὺϲ ἐκτρέπειν τῆϲ τελετῆϲ. τοῦτο οὖν ἐκήρυξαν κατ᾿ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ ϲτήλῃ ἔγραψαν, τῷ μὲν ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀϲεβὲϲ αὐτοῦ, ἐπεὶ τὰ μυϲτήρια πᾶϲι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺϲ βουλομένουϲ μυεῖϲθαι ἀποτρέπων. φηϲὶν οὖν Ἀριϲτοφάνηϲ ἐν Ὄρνιϲι· τῇδε μέντοι θἠμέρᾳ μάλιϲτʼ ἐπαναγορεύεται· ἢν ἀποκτείνῃ τιϲ ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον· ἤν τε τῶν τυράννων τιϲ τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. τεθνηκότι, τουτέϲτι τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺϲ τεθνηκόταϲ ἀποκτείνειν.