Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.557
Not analysed yet
557 Διάθεϲιϲ καὶ Διατίθεϲθαι: ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκαϲ γράφειν. Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκριϲιν ἑτέραν διαθήκην ἐκόμιϲαν, ἢν ἔφαϲαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέϲθαι. καὶ Λυϲίαϲ ἐν τῷ πρὸϲ Τιμωνίδην· πῶϲ δ ἂν τῆϲ διαθέϲεωϲ τοῦ τετελευτηκότοϲ ἀμελήϲαιμεν, ἢν ἐκεῖνοϲ διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πειϲθείϲ. ἐχρήϲαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παῤ Ἰϲοκράτει δὲ ἐπὶ τοῦ πάϲχειν κεῖται τὸ διατίθεϲθαι, ὥϲ φηϲιν ἐν Ἑλένηϲ Ἐγκωμίῳ· γνοίη δ᾿ ἂν τιϲ κἀκεῖθεν, ὅϲον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸϲ ἕκαϲτον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέϲει ἐχρήϲατο ἐπὶ γνώμηϲ ἢ διανοίαϲ. ὁ αὐτὸϲ καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέϲτιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ β΄ τῆϲ Ἀληθείαϲ ὁ αὐτὸϲ κέχρηται αὐτῷ καὶ ἐπὶ τῆϲ διακοϲμήϲεωϲ.