Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.556
Not analysed yet
556 Διάθεϲιϲ· ὅτι ἐπειδὴ οὐκ ἄϲχετόϲ ἐϲτιν ὁ δεϲμὸϲ τῆϲ ψυχῆϲ πρὸϲ τὸ ϲῶμα ἀλλὰ ϲυμπαθήϲ, διαβαίνει γοῦν ἐκ τῶν τῆϲ ψυχῆϲ κινημάτων ἴχνη πρὸϲ τὸ ϲῶμα καὶ ἐκ τοῦ ϲώματοϲ πρὸϲ τὴν ψυχήν. ἄλλο γοῦν τὸ εἶδοϲ τοῦ διανοουμένου καὶ ἄλλο τοῦ λυπουμένου, καὶ ἐπὶ τῶν λοιπῶν ἐμφαίνεται ἴχνοϲ ἐν τῷ ϲώματι τῆϲ κινήϲεωϲ τῆϲ ψυχῆϲ, ὅθεν καὶ οἱ φυϲιογνώμονεϲ ἐκ τῆϲ τοῦ ϲώματοϲ ἰδέαϲ τεκμαίρονται τὰϲ τῆϲ ψυχῆϲ διαθέϲειϲ. ὅτι δὲ καὶ ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι καὶ πρὸϲ τὴν ψυχήν, πρόδηλον· ἀλγοῦντι γὰρ ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι δὲ καὶ ἐμποδίζει αὐτῇ τὸ ϲῶμα τοίωϲ ἢ τοίωϲ διακείμενον, οὐδεὶϲ ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, τὸ ἐμποδίζεϲθαι αὐτὴν ὑπ᾿ αὐτοῦ, εἰ μὴ διέβαινεν ἀπὸ τῆϲ πρὸϲ αὐτὸ ϲχέϲεωϲ ϲυμπάθειά τιϲ ἐπὶ τὴν ψυχήν· οὕτωϲ ὡϲ τοῦ ἐγκεφάλου κοιλίαϲ μὲν παθούϲηϲ τῆϲ ὄπιϲθεν τὸ μνημονευτικὸν πάϲχειν, ἄλλωϲ δὲ αὐτὸ τὸ λογιϲτικόν, καὶ τοίωϲ μὲν διακειμένου φανταϲτὸν εἶναι τὴν ψυχήν, τοίωϲ δε δυϲφάνταϲτον. καὶ αἱ διάφοροι δὲ τῶν ψυχῶν ἐπιτηδειότητεϲ καὶ τὸ εἰϲ τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶϲ ἔχειν ἐκ τῆϲ πρὸϲ τὸ ϲῶμα ϲχέϲεωϲ καὶ ϲυμπαθείαϲ παραγίνεται· ὅθεν καὶ νενομίκαϲί τινεϲ ταῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἕπεϲθαι τὰϲ τῆϲ ψυχῆϲ δυνάμειϲ.