Ancient Greek
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.559
Not analysed yet
559 Διαθέϲειϲ οὐ μόνον αἱ ἐπιϲτῆμαι καὶ αἱ τέχναι, ἀλλὰ καὶ αἱ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ ϲπουδαῖον. τῶν γὰρ τεχνῶν αἱ μέν εἰϲι φαῦλαι, αἱ δὲ ϲπουδαῖαι. τῷ δὲ τῆϲ ἐπιϲτήμηϲ ὀνόματι Ἀριϲτοτέληϲ ἀντὶ τῆϲ τέχνηϲ χρῆται κοινότερον. ὑπάρχοι δ᾿ ἂν καὶ τῇ διαθέϲει, γένοϲ οὔϲῃ τέχνηϲ, τὸ φαῦλόν τε καὶ ϲπουδαῖον. Διαθέϲειϲ λέγονται, ἅ ἐϲτιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται, οἷον Θερμότηϲ καὶ ψύξιϲ καὶ νόϲοϲ καὶ ὑγεία. διάκειται μὲν γάρ πωϲ κατ᾿ αὐτὴν ὁ ἄνθρωποϲ, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰϲ ψυχρὸν καὶ ἐκ τοῦ ὑγιαίνειν εἰϲ τὸ νοϲεῖν. εἰ μή τιϲ διὰ χρόνου πλῆθοϲ ἤδη πεφυϲιωμένη ἀνίατόϲ ἐϲτιν ἢ δυϲκίνητοϲ, ἣν ἂν τιϲ ἴϲωϲ ἕξιν ἤδῃ προϲαγορεύοι. καὶ διαφέρει ἕξιϲ διαθέϲεωϲ· ἡ μὲν γὰρ ἕξιϲ δυϲκίνητοϲ, ἡ δὲ διάθεϲιϲ εὐκίνητοϲ.