Ancient Greek · ~3 min
2.560 to 2.564
Suda, Suidae lexicon 2.560-564
Not analysed yet
560 Διαθέτηϲ: διοικητήϲ, ἐπιμελητήϲ. ἦν δὲ καὶ τἄλλα ϲοφὸϲ οἴκου διαθέτηϲ καὶ πολύ τι τῆϲ ἡμέραϲ μέροϲ εἰϲ ταῦτα ἀνήλιϲκε, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων. 561 Διαθείη: διαπράξει. 562 Διαθηγή. 563 Διαθήκη: δυικῶϲ ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνηϲκόντων διατάξεωϲ καὶ ἐνταλμάτων χαρακτῆρα φέρουϲα. θατέρα δὲ διαθήκη καὶ ἡ θεοῦ πρὸϲ Ἀβραὰμ καὶ τοὺϲ λοιποὺϲ προπάτοραϲ γενομένη ἐπαγγελία, ἐκ τοῦ ϲπέρματοϲ αὐτῶν ἀναϲτήϲειν τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰηϲοῦν Χριϲτόν. καὶ παρὰ Ἀριϲτοφάνει διαθήκη, ἡ ϲυνθήκη. ἢν μὴ διάθωνται διαθήκην ἐμοί. καὶ Διατίθεμαι, ἀντὶ τοῦ ϲυντίθεμαι. 564 Διαθήκη καὶ ὁ νόμοϲ. Δαβίδ· ἐβεβήλωϲαν τὴν διαθήκην αὐτοῦ. εἴρηκε γάρ, ἀγαπήϲειϲ τὸν πληϲίον ϲου ὡϲ ἑαυτόν. οἱ δὲ οὐκ ἤκουϲαν αὐτοῦ.