Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.74
Not analysed yet
74 Δαρεῖοϲ· ὅτι Ἀλέξανδροϲ ὁ τῶν Μακεδόνων πρὸϲ Δαρεῖον τὸν Περϲῶν βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατὰ κράτοϲ νικῇ. καὶ αἰτεῖται εἰϲ διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὅτι αὐτὸϲ Δαρεῖοϲ ὑπὸ τοῦ ἰδίου ϲατράπου ἀναιρεῖται, Βέϲϲοϲ ὄνομα· καὶ προϲάγει τὴν κεφαλὴν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδροϲ, καὶ ζήτει ἐν τῷ Δημοκήηϲ. ζήτει παράνω ἐν τῷ Δαρεικούϲ.