Ancient Greek · ~6 min
2.75 to 2.88
Suda, Suidae lexicon 2.75-88
Not analysed yet
75 Δᾴϲ: λαμπάϲ. πῦρ τε ἐν δᾳϲὶ καὶ φακέλουϲ πίϲϲῃ κεχριϲμένουϲ κομίζοντεϲ τὴν πλάτην ἀνάπτουϲιν. καὶ αὖθιϲ· τὰ ἡμίτομα ἐπὶ κλίναιϲ βεβλημένα μάλα ἁβραῖϲ καὶ ϲτρωμναῖϲ ὕφει τινὶ ὑπερηφάνῳ κεκοϲμημέναιϲ ἐπιθένταϲ, ὑπὸ δᾳϲὶν ἐπακμαζούϲαιϲ τῷ πυρί. καὶ τὸν ὑμέναιον ᾀδουϲῶν γυναικῶν, κομιϲθῆναι μετὰ χορείαϲ γαμηλίου τε καὶ κερτόμου. 76 Δάϲαϲθαι: διαμερίϲαϲθαι. Ἡρόδοτοϲ· ἐϲ τρεῖϲ μοίραϲ ὁ Ξέρξηϲ δαϲάμενοϲ πάντα τὸν πεζὸν ϲτρατόν. 77 Δαϲέωϲ καὶ Δαϲεῖα. 78 Δάϲιοϲ: ὁ δαϲύϲ. 79 Δάϲκιοϲ: ὁ πολύϲκιοϲ. 80 Δαϲμολογία: φορολογία. καὶ Δαϲμολόγοι, φορολόγοι. 81 Δαϲμολογῶ· αἰτιατικῇ. ϲυνάγω. Πλάτων μὲν ἀτελεῖϲ φόρων τοὺϲ παῤ αὐτὸν φοιτῶνταϲ · ποίει· ϲὺ δὲ δαϲμολογεῖϲ, καὶ παῤ ἑκόντων καὶ ἀκόντων λαμβάνειϲ. 82 Δαϲμόϲ: μεριϲμόϲ, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ πώλουϲ εἰϲ δαϲμὸν βαϲιλεῖ τρεφομένουϲ ιζ΄. καὶ αὖθιϲ· Ἀθηναῖοι δὲ δείϲαντεϲ τὸν Μίνωοϲ ϲτόλον ὑπέϲτηϲαν δαϲμὸν οἴϲειν εἰϲ Κρήτην, ὅν τινα ἂν ἐκεῖνοι δικαιώϲειαν. 83 ΔΔ α ϲμοφ ορῶ· δοτικῇ. 84 Δάϲονται: διαϲπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται. 85 αϲπλῆτα: τὴν ἐπὶ κακῷ προϲπελάζουϲαν. ἐν Ἐπιγράμμαϲι ϲὴν γὰρ ἐγὼ δαϲπλῆτα διάϲταϲιν οἷά τε πικρὴν νύκτα καταπτήϲϲω τὴν Ἀχεροντιάδα. Δαϲπλῆτιϲ γάρ ἡ Ἰριννύϲ. 86 Δαϲύπουϲ: λαγώϲ. καὶ παροιμία· Πρότερον χελώνιη παραδραμεῖται δαϲύποδα· ἐπὶ τοῦ ἀδυνάτου. 87 Δαϲύπουϲ κρεῶν ἐπιθυμεῖ: λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντοϲ παῤ ἄλλῳ γενέϲθαι τὰ ὄντα παῤ ἑαυτῷ. 88 Δατεῖϲθαι καὶ Δατηταί: δατεῖϲθαι μὲν τὸ μερίζεϲθαι, δατηταὶ δὲ οἱ μεριϲταί. τὸ δὲ εἰϲ δατητῶν αἵρεϲιν, εἶδόϲ ἐϲτι δίκηϲ. ὁπότε γὰρ κοινωνοῖέν τινεϲ ἀλλήλοιϲ καὶ οἱ μὲν βούλοιντο διανέμεϲθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖϲ μὴ βουλομένοιϲ εἰϲ δατητῶν αἵρεϲιν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοτέληϲ. Δατηταὶ κυρίωϲ, οἱ τὰ κοινὰ διανέμοντεϲ τοῖϲ μὴ βουλομένοιϲ.