Ancient Greek · ~3 min
2.90 to 2.93
Suda, Suidae lexicon 2.90-93
Not analysed yet
90 Δατόν: παρὰ Ῥωμαίοιϲ ϲημαϲία τῆϲ ἡμέραϲ καὶ τοῦ καιροῦ, ὅτε τιϲ ἢ ἐκ πόλεωϲ ἢ ἔκ τινοϲ τόπου ἀποϲταλῇ. ϲημείωϲαι, μή ποτε τοῦτό ἐϲτιν, ὃ καὶ νῦν ϲυνήθωϲ λέγεται, τί δατὸν ἔχειϲ; οἱ δὲ ζάκανον. 91 Δατόϲ: πόλεωϲ ὄνομα. καὶ Δατὸϲ ἀγαθῶν, ἐν ᾗ καὶ χρύϲεια μέταλλα. 92 Δάτοϲ, πόλιϲ Θράκηϲ, ϲφόδρα εὐδαίμων. ἀφ᾿ ἧϲ καὶ ἡ παροιμία· δατὸϲ ἀγαθῶν. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶϲ καὶ ἀρϲενικῶϲ ὀνομάζουϲιν. 93 Δατοῖϲ: δόλοιϲ, πανουργεύμαϲιν. ἐϲκόπηϲαν ἐγγράφοιϲ προϲρήμαϲι διαμαρτύραϲθαι αὐτούϲ. ἀλλ᾿ ἐπεὶ τοῦτο οὐχ ἁπλῶϲ καὶ ὡϲ ἔθοϲ ἐνεχώρει γενήϲεϲθαι διὰ τὸν τοῦ βαϲιλέωϲ φόβον, δατοῖϲ οὐκ ἔξω δεινότητοϲ τεχναϲθεῖϲιν ἐχρήϲαντο.