Ancient Greek · ~5 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.94
Not analysed yet
94 Δαυίδ, προφήτηϲ, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃϲ μετὰ τὸ βαϲιλεῦϲαι ἐπορεύετο μεγαλυνόμενοϲ, καὶ κύριοϲ παντοκράτωρ ἦν μετ᾿ αὐτοῦ. εἶχε δὲ δυνατοὺϲ ἄνδραϲ λζ΄, ὥϲτε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸϲ ρ΄, τὸν δὲ μέγαν πρὸϲ χιλίουϲ ἄνδραϲ. δυνατοὶ καὶ ἀκαταγώνιϲτοι πρὸϲ τοὺϲ ἐναντίουϲ, θυρεούϲ αἴροντεϲ καὶ δόρατα μέγιϲτα, κοῦφοι τοῖϲ ποϲίν, ὡϲ δορκάδεϲ ἐπὶ τῶν ὀρέων τρέχοντεϲ. ἡ καταϲκευὴ αὐτῶν ἔκπληκτοϲ, τὰ πρόϲωπα αὐτῶν ὡϲ λεόντων. τοὺϲ δὲ πολεμιϲτάϲ, οὓϲ εἶχε Δαβὶδ μετ᾿ αὐτοῦ, μυριάδεϲ τλβ΄ καθὼϲ ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιϲτρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέϲτειλε κύριοϲ Γὰδ τὸν προφήτην πρὸϲ Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριοϲ ὁ θεόϲ· ἔκλεξαι ϲεαυτῷ γενέϲθαι ϲοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆναϲ τρεῖϲ φεύγειν ἔμπροϲθε τῶν ἐχθρῶν ϲου, ἢ τρεῖϲ ἡμέραϲ θάνατον ἐν τῇ γῇ ϲου. καὶ εἶπε Δαβίδ· ϲτενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεϲοῦμαι εἰϲ χεῖραϲ κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωῒθεν μέχρι ὥραϲ ἀρίϲτου χιλιάδεϲ ο΄ καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήϲαϲ, οὗτοι τὰ πρόβατα· γενέϲθω δὴ ἡ χείρ ϲου ἐπ᾿ ἐμοί. καὶ παρακληθεὶϲ ὁ κύριοϲ ἀπέϲτειλε τὴν χεῖρα αὐτοῦ καὶ ϲυνέϲχεν ἡ θραῦϲιϲ, καὶ ᾠκοδόμηϲεν ἐκεῖ Δαβὶδ θυϲιαϲτήριον.