Ancient Greek · ~6 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.95
Not analysed yet
95 Δαυίδ, βαϲιλεὺϲ Ἰϲραήλ. διώκοντοϲ αὐτὸν τοῦ Σαούλ, ἐμπεϲόντοϲ δὲ τοῦ Σαοὺλ εἰϲ χεῖραϲ τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίϲ, καὶ μηδὲν ἀδικηθέντοϲ, ἔφη Δαβὶδ ὁ πραότατοϲ πρὸϲ Σαοὺλ τὸν ἀπανθρωπότατον· ἵνα τί καταδιώκειϲ, ᾧ βαϲιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάϲαι κύριοϲ ἀναμέϲον ἐμοῦ καὶ ϲοῦ καὶ ἐκδικήϲει με ἐκ χειρόϲ ϲου. ἡ δὲ χείρ μου οὐκ ἔϲται ἐπὶ ϲέ, καθὼϲ λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύϲεται πλημμέλεια. καὶ ὁ μὲν οἷκοϲ Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἷκοϲ Σαοὺλ ἐπορεύετο καὶ ἠϲθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐϲτρατοπεδευκότων, τοῦ δὲ πρὸϲ τὴν ἐγγαϲτρίμυθον ἀπελθόντοϲ καὶ τὴν ἀπόφαϲιν δεξαμένου, προθύμωϲ εἰϲῆλθε εἰϲ τὸν πόλεμον καὶ τοξευθεὶϲ τὰ ὑποχόνδρια ἐτελεύτηϲεν. οὗτοϲ ἐν πολέμοιϲ ἄριϲτοϲ ἦν καὶ τῶν νόμων ἀκριβὴϲ φύλαξ καὶ πάνταϲ πολεμίουϲ ἐχειρώϲατο ὀλίγοιϲ τέ τιϲι πταίϲμαϲι τὸ ϲῶμα πιεϲθεὶϲ θείαιϲ ἐπαιδεύετο μάϲτιξι. πρὸϲ γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆϲ βαϲιλείαϲ ἐξέπεϲε γέλωϲ τε τοῖϲ πολεμίοιϲ ἀπεδείχθη. καὶ ταῦτα μετανοίαιϲ καὶ δάκρυϲιν ἐθεράπευϲεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετοϲ καὶ ἀνδρεῖοϲ ὡϲ οὐκ ἄλλοϲ τιϲ, ἐν δὲ τοῖϲ ὑπὲρ τῶν ὑπηκόων ἀγῶϲι πρῶτοϲ ἐπὶ τοὺϲ κινδύνουϲ ὥρμα, τῷ πονεῖν καὶ μάχεϲθαι παρακελευόμενοϲ τοὺϲ ϲτρατιώταϲ ἐπὶ τὰϲ πράξειϲ, ἀλλ᾿ οὐχὶ τῷ προϲτάττειν ὡϲ δεϲπότηϲ, νοῆϲαί τε καὶ ϲυνιδεῖν περὶ τὰϲ τῶν μελλόπων καὶ τῶν ἐνεϲτηκότων οἰκονομίαϲ ἱκανώτατοϲ, ϲώφρων, ἐπιεικήϲ, χρηϲτὸϲ πρὸϲ τοὺϲ ἐν ϲυμφοραῖϲ ὑπάρχονταϲ, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅϲον οὐκ ἄλλοϲ βαϲιλεὺϲ οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰϲ βαϲιλέα τρίτον ἐχρίϲθη.