Ancient Greek
735.1
Synesius Phil., Epistulae 735.1
Unproofread scanNot analysed yet
ράσσει πολύς, κύμα ἐλαύνων ὑψηλὸν καὶ τραχύ. οὗτος ἄφνω προσπεσὼν τὸ ἴστιον ἐμπάλιν ὤθησε καὶ τὰ κυρτὰ κοῖλα πεποίηκεν, ἡ δὲ ναὺς ἐγγὺς ἤλθεν ἐπὶ πρύμναν ἀνατετράφθαι. μόλις δ’ οὖν αὐτὴν κατε-cστήσαμεν, καὶ ὁ βαρύστονος Ἀμαράντος «τοιοῦτον »ἐφη «τὸ ναυτιλεῖσθαι τέχνην »,προσδεῖξαι γὰρ αὐτὸς πελάγι τὸν ἐκ πελάγους ἄνεμον, καὶ διὰ τοῦτο μετέωρος πλεῖν. κατιέναι γὰρ νῦν ἐγχάρσιος, ἐνδιδόντος τοῦ διαστήματος προστιθέναι τῷ μήκει. τοιοῦτον δὲ εἶναι τὸν πλοῦν τὸν ἡμέτερον οὐχ ἂν εἴ γε παρὰ τὰς ἀκτὰς ἐπλέομεν· προσαναπεπλάσθαι γὰρ ἂν τῇ γῇ. καὶ ἡμεῖς ἀπεδεχομένθα λέγοντος ἕως ἡμέρα τε ἦν καὶ τὰ δεινὰ οὔπω παρῆν· ἤρεστο γὰρ δὴ μετὰ τῆς νυκτός, ἀεὶ προσιόντος ἐπὶ μεῖζον τοῦ χλύδονος.