Ancient Greek
740.2
Synesius Phil., Epistulae 740.2
Unproofread scanNot analysed yet
ζ'. Ἀνυσίω. Ὁ δὲ Καρνᾶς ἐτι μέλλει, καὶ οὐθ' ἔχων οὐθ' ὑπ' ἀνάγκης γίνεται δίκαιος. (169) χρὴ δὲ ἥκειν αὐτὸν ὡς ἡμᾶς ἂν' εἰδόμεν ὅ τι καὶ λέγει, καὶ ὁὐστιν ὀφθαλμοῖς ἡμᾶς ἀντιβλέψεται, παρ' ὧν ἤξιώσε καὶ ἀκόντων ἂν ἐκλόψεν ἵππον ὀνησασθαι, ἵνα μὴ στρατιώτῃς, φασίν, ἀνίππος ἦ. προτείνει δὲ κομιδῇ σμικρὸν ἀργυρίδιον καὶ μὴ ἀποδομένους οὐκ ἀποδίδωσιν, ἀλλ' οὔεται σὺν δίκῃ τὸν ἵππον ἔχειν, καὶ ταῦτα οὐκ ὧν Ἀγαθοκλῆς ἢ Διονύσιος, οἵς αἱ τυραννίδες ἐπέτρεπον οὕτω πᾶν πονηροῖς εἶναι, ἀλλὰ Καρνᾶς ὁ Καππαροδίτης, ὃν οὐ χαλεπὸν ἐπαναγαγεῖν εἰς τοὺς νόμους. ἂν οὖν διαγάγῃ τις αὐτὸν ὡς σέ, μηδὲ ἡμεῖς ἀγνοήσωμεν, ἵνα τοὺς κατὰ πρόσωπον ἐξελέγχοντας αὐτὸν ἀπὸ Κυρήνης καλέσωμεν.