Ancient Greek
742.4
Synesius Phil., Epistulae 742.4
Unproofread scanNot analysed yet
ιβ' Κυρίλλῳ. Ἰθι παρὰ τὴν μητέρα τὴν ἐκκλησίαν, ἀδελφέ Κύ-c ριλλε, ἥς οὐχ ἀπεκόπης ἀλλ' εἰς καιρὸν ἐχωρίσθης, ὅς ταῖς τῶν ἁμαρτημάτων ἀξίαις διώρισται. δοκῶ γὰρ εἰδέναι σαφῶς ὅτι ποτ' ἂν παλαὶ καὶ ὁ κοινὸς ἡμῶν πατὴρ ὁ τῆς δόξας μνήμης ἐποίησεν, εἰ μὴ τὸ χρεών ἐφθάσε· τὸ γὰρ ἐν μέτρῳ τάξαι τὴν τιμωρίαν γνώ-μης ἦν εὐθὺς ὑπισχνουμένης συγγνώμην. αὐτὸν οὖν ἐκεῖνον τὸν ὅσιον ἱερέα νόμιζε σοι δεδωκέναι τὴν κά-d θοδον, καὶ πρόσελθε τῷ θεῷ καθαρευούσῃ πάθους ψυχῇ καὶ ἀμνηστίαν ἐχούσῃ κακῶν. ἀλλὰ καὶ διὰ πάσης εὐφήμου μνήμης ἄγε τὸν ἱερὸν ἐκεῖνον καὶ θεωριλῆ πρεσβύτην, τὸν ἀποδειξάντα σε πρόεδρον δήμου. πάν-τως σοι τοῦτο οὐχ ἀποθώμιον.