Ancient Greek
743.4
Synesius Phil., Epistulae 743.4
Unproofread scanNot analysed yet
ιε’ Τῇ φιλοσόφῳ. Οὕτω πάνυ πέπραχα πονήρως, ὥστε ὑδροσκοπίου μοι δεῖ. ἐπὶταξον αὐτὸ χαλκευθῆναι τε καὶ συνενωθῆναι. σωλὴν ἐστι κυλινδριχός, αὐλοῦ καὶ σχῆμα καὶ μέγεθος ἔχων. οὕτως ἐπὶ τινος εὐθείας δέχεται τὰς κατατομὰς, αἷς τῶν ὑδάτων τὴν ῥοπὴν ἐξετάζομεν· ἐπιποματίζει γὰρ αὐτὸν ἐκ θάτερου κῶνος κατὰ θέσιν ἰσην ἐγκείμενος, ὡς εἶναι κοινὴν βᾶσιν ἀμφοῖν, τοῦ τε κώνου καὶ (173) τοῦ σωλήνος. αὐτὸ δὴ τοῦτό ἐστι τὸ βαρύλλιον. a ὅταν οὖν εἰς ὕδωρ καθῆς τὸν αὐλόν, ὁρθὸς ἑστήξει καὶ παρέξει σοι τὰς κατατομὰς ἀριθμεῖν· αἱ δὲ τῆς ῥοπῆς εἰσι γνωρίσματα.