Ancient Greek
744.1
Synesius Phil., Epistulae 744.1
Unproofread scanNot analysed yet
δαπανᾶ τῶν παιδίων τῶν ἀπελθόντων ἡ μνήμη. μέχρις ἐκείνου ζῆν ἀξίων ἦν Συνέσιον, μέχρις ἤν ἀπειρος τῶν τοῦ βίου κακῶν. εἶτα ὡσπερ δεῦμα ἐπισχεθὲν ἄθροον ἔρρη, καὶ μετέβαλεν ἡ γλυκύτης τοῦ βίου. παυσάμενη ἡ ζῶν ἡ μεριμνημένος τῶν υἱῶν τοῦ τάφου. σὺ δὲ αὐτὴ τε ὑγιαίνοις καὶ ἀσπασαι τοὺς μακαρίους ἐταίρους, ἀπὸ τοῦ πατρὸς Θεοτέκνου καὶ ἀπὸ τοῦ ἀδελφοῦ Ἀθανασίου ἀρξαμένη, πάντας ἐξῆς· καὶ εἰ τῶν αὐτοῖς προσγέγονεν, ὡς εἶναι σοι καταθύμιος, ἐμὲ δὲ δεῖ χάριν ὀφείλειν αὐτῷ διότι σοὶ καταθύμιός ἐστι, κάκεινον ὡς φίλον φιλάτατον ἀσπασαι παρ’ ἐμοῦ. τῶν ἐμῶν εἰ τί σοι μέλει, καλῶς ποιεῖς· καὶ εἰ μὴ μέλει, οὐδὲ ἐμοὶ τούτου μέλει.