Ancient Greek
747.4
Synesius Phil., Epistulae 747.4
Unproofread scanNot analysed yet
λα’. Αὐρηλιανῷ. Εἰ τινὲς εἰσι ψυχαὶ τῶν πόλεων, ὅσπερ οὖν εἰσίν, ἑφοροὶ θεῖαί τε καὶ δαιμόνιοι, πάσας ἤγοῦ σοι χάριν εἰδέναι καὶ ἀπομεινῆσθαι τῶν ἀγαθῶν, ὧν ἐπὶ τῆς μεγάλης ἀρχῆς ἅπασιν ἐὐεσιν αἴτιος γέγονας. αὐτάς τε οὖν ταύτας παρὰ τοὺς καιροὺς ἐκάστους οἷον σοὶ παρεστάναι συνηγόρους τε καὶ συμμάχους, καὶ τοῦ κοινοῦ δεῖσθαι θεοῦ γενέσθαι σοι πρεπούσας ἀμοιβὰς τῆς ἐνδεχομένης ἐκείνου μιμήσεως: τὸ γὰρ εἰ ποιεῖν ἐν τούτῳ μόνον ἔχουσι κοινὸν ἔργον ἄνθρωπος καὶ θεός, ἢ δὲ μίμησις· οἰκείως ἐστι, καὶ συνάπτει πρὸς ὁ μιμεῖται τὸ μιμουμένον. διδάξοιτο τοίνυν ὡς ἀπειργασμένος οἰκείως τῷ θεῷ τῇ κοινωνία τῆς εὐεργετικῆς προαιρέσεως, καὶ σύνεστο γλυκείας ἐλπίσιν, ὁποία τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει προσήκουσιν, ᾧ μεγαλοπρεπέστατε μόνος ἢ μετ’ ὀλίγων σὺ μόνος δικαίως καλοῦμενε. ἀσπάζομαι διὰ τῆς σεμνοτάτης φωνῆς τοῦ πατρὸς τὸν νέον Ταῦρον τὰς ἀγαθὰς Ῥωμαίων ἐλπίδας.